« Prev Titus 1 Next »

Chapter 1

1παυλος δουλος θεου αποστολος δε ιησου χριστου κατα πιστιν εκλεκτων θεου και επιγνωσιν αληθειας της κατ ευσεβειαν 2επ ελπιδι ζωης αιωνιου ην επηγγειλατο ο αψευδης θεος προ χρονων αιωνιων 3εφανερωσεν δε καιροις ιδιοις τον λογον αυτου εν κηρυγματι ο επιστευθην εγω κατ επιταγην του σωτηρος ημων θεου 4τιτω γνησιω τεκνω κατα κοινην πιστιν χαρις και ειρηνη απο θεου πατρος και χριστου ιησου του σωτηρος ημων 5τουτου χαριν απελειπον σε εν κρητη ινα τα λειποντα επιδιορθωση και καταστησης κατα πολιν πρεσβυτερους ως εγω σοι διεταξαμην 6ει τις εστιν ανεγκλητος μιας γυναικος ανηρ τεκνα εχων πιστα μη εν κατηγορια ασωτιας η ανυποτακτα 7δει γαρ τον επισκοπον ανεγκλητον ειναι ως θεου οικονομον μη αυθαδη μη οργιλον μη παροινον μη πληκτην μη αισχροκερδη 8αλλα φιλοξενον φιλαγαθον σωφρονα δικαιον οσιον εγκρατη 9αντεχομενον του κατα την διδαχην πιστου λογου ινα δυνατος η και παρακαλειν εν τη διδασκαλια τη υγιαινουση και τους αντιλεγοντας ελεγχειν 10εισιν γαρ πολλοι ανυποτακτοι ματαιολογοι και φρεναπαται μαλιστα οι εκ της περιτομης 11ους δει επιστομιζειν οιτινες ολους οικους ανατρεπουσιν διδασκοντες α μη δει αισχρου κερδους χαριν 12ειπεν τις εξ αυτων ιδιος αυτων προφητης κρητες αει ψευσται κακα θηρια γαστερες αργαι 13η μαρτυρια αυτη εστιν αληθης δι ην αιτιαν ελεγχε αυτους αποτομως ινα υγιαινωσιν [εν] τη πιστει 14μη προσεχοντες ιουδαικοις μυθοις και εντολαις ανθρωπων αποστρεφομενων την αληθειαν 15παντα καθαρα τοις καθαροις τοις δε μεμιαμμενοις και απιστοις ουδεν καθαρον αλλα μεμιανται αυτων και ο νους και η συνειδησις 16θεον ομολογουσιν ειδεναι τοις δε εργοις αρνουνται βδελυκτοι οντες και απειθεις και προς παν εργον αγαθον αδοκιμοι

« Prev Titus 1 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |