« Prev Romans 9 Next »

Chapter 9

1αληθειαν λεγω εν χριστω ου ψευδομαι συμμαρτυρουσης μοι της συνειδησεως μου εν πνευματι αγιω 2οτι λυπη μοι εστιν μεγαλη και αδιαλειπτος οδυνη τη καρδια μου 3ηυχομην γαρ αναθεμα ειναι αυτος εγω απο του χριστου υπερ των αδελφων μου των συγγενων μου κατα σαρκα 4οιτινες εισιν ισραηλιται ων η υιοθεσια και η δοξα και αι διαθηκαι και η νομοθεσια και η λατρεια και αι επαγγελιαι 5ων οι πατερες και εξ ων ο χριστος το κατα σαρκα ο ων επι παντων θεος ευλογητος εις τους αιωνας αμην 6ουχ οιον δε οτι εκπεπτωκεν ο λογος του θεου ου γαρ παντες οι εξ ισραηλ ουτοι ισραηλ 7ουδ οτι εισιν σπερμα αβρααμ παντες τεκνα αλλ εν ισαακ κληθησεται σοι σπερμα 8τουτ εστιν ου τα τεκνα της σαρκος ταυτα τεκνα του θεου αλλα τα τεκνα της επαγγελιας λογιζεται εις σπερμα 9επαγγελιας γαρ ο λογος ουτος κατα τον καιρον τουτον ελευσομαι και εσται τη σαρρα υιος 10ου μονον δε αλλα και ρεβεκκα εξ ενος κοιτην εχουσα ισαακ του πατρος ημων 11μηπω γαρ γεννηθεντων μηδε πραξαντων τι αγαθον η φαυλον ινα η κατ εκλογην προθεσις του θεου μενη [9 12] ουκ εξ εργων αλλ εκ του καλουντος 12ερρεθη αυτη οτι ο μειζων δουλευσει τω ελασσονι 13καθαπερ γεγραπται τον ιακωβ ηγαπησα τον δε ησαυ εμισησα 14τι ουν ερουμεν μη αδικια παρα τω θεω μη γενοιτο 15τω μωυσει γαρ λεγει ελεησω ον αν ελεω και οικτιρησω ον αν οικτιρω 16αρα ουν ου του θελοντος ουδε του τρεχοντος αλλα του ελεωντος θεου 17λεγει γαρ η γραφη τω φαραω οτι εις αυτο τουτο εξηγειρα σε οπως ενδειξωμαι εν σοι την δυναμιν μου και οπως διαγγελη το ονομα μου εν παση τη γη 18αρα ουν ον θελει ελεει ον δε θελει σκληρυνει 19ερεις μοι ουν τι ετι μεμφεται τω γαρ βουληματι αυτου τις ανθεστηκεν 20ω ανθρωπε μενουνγε συ τις ει ο ανταποκρινομενος τω θεω μη ερει το πλασμα τω πλασαντι τι με εποιησας ουτως 21η ουκ εχει εξουσιαν ο κεραμευς του πηλου εκ του αυτου φυραματος ποιησαι ο μεν εις τιμην σκευος ο δε εις ατιμιαν 22ει δε θελων ο θεος ενδειξασθαι την οργην και γνωρισαι το δυνατον αυτου ηνεγκεν εν πολλη μακροθυμια σκευη οργης κατηρτισμενα εις απωλειαν 23ινα γνωριση τον πλουτον της δοξης αυτου επι σκευη ελεους α προητοιμασεν εις δοξαν 24ους και εκαλεσεν ημας ου μονον εξ ιουδαιων αλλα και εξ εθνων 25ως και εν τω ωσηε λεγει καλεσω τον ου λαον μου λαον μου και την ουκ ηγαπημενην ηγαπημενην 26και εσται εν τω τοπω ου ερρεθη [αυτοις] ου λαος μου υμεις εκει κληθησονται υιοι θεου ζωντος 27ησαιας δε κραζει υπερ του ισραηλ εαν η ο αριθμος των υιων ισραηλ ως η αμμος της θαλασσης το υπολειμμα σωθησεται 28λογον γαρ συντελων και συντεμνων ποιησει κυριος επι της γης 29και καθως προειρηκεν ησαιας ει μη κυριος σαβαωθ εγκατελιπεν ημιν σπερμα ως σοδομα αν εγενηθημεν και ως γομορρα αν ωμοιωθημεν 30τι ουν ερουμεν οτι εθνη τα μη διωκοντα δικαιοσυνην κατελαβεν δικαιοσυνην δικαιοσυνην δε την εκ πιστεως 31ισραηλ δε διωκων νομον δικαιοσυνης εις νομον ουκ εφθασεν 32δια τι οτι ουκ εκ πιστεως αλλ ως εξ εργων προσεκοψαν τω λιθω του προσκομματος 33καθως γεγραπται ιδου τιθημι εν σιων λιθον προσκομματος και πετραν σκανδαλου και ο πιστευων επ αυτω ου καταισχυνθησεται

« Prev Romans 9 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |