« Prev Romans 3 Next »

Chapter 3

1τι ουν το περισσον του ιουδαιου η τις η ωφελεια της περιτομης 2πολυ κατα παντα τροπον πρωτον μεν [γαρ] οτι επιστευθησαν τα λογια του θεου 3τι γαρ ει ηπιστησαν τινες μη η απιστια αυτων την πιστιν του θεου καταργησει 4μη γενοιτο γινεσθω δε ο θεος αληθης πας δε ανθρωπος ψευστης καθαπερ γεγραπται οπως αν δικαιωθης εν τοις λογοις σου και νικησεις εν τω κρινεσθαι σε 5ει δε η αδικια ημων θεου δικαιοσυνην συνιστησιν τι ερουμεν μη αδικος ο θεος ο επιφερων την οργην κατα ανθρωπον λεγω 6μη γενοιτο επει πως κρινει ο θεος τον κοσμον 7ει δε η αληθεια του θεου εν τω εμω ψευσματι επερισσευσεν εις την δοξαν αυτου τι ετι καγω ως αμαρτωλος κρινομαι 8και μη καθως βλασφημουμεθα [και] καθως φασιν τινες ημας λεγειν οτι ποιησωμεν τα κακα ινα ελθη τα αγαθα ων το κριμα ενδικον εστιν 9τι ουν προεχομεθα ου παντως προητιασαμεθα γαρ ιουδαιους τε και ελληνας παντας υφ αμαρτιαν ειναι 10καθως γεγραπται οτι ουκ εστιν δικαιος ουδε εις 11ουκ εστιν συνιων ουκ εστιν εκζητων τον θεον 12παντες εξεκλιναν αμα ηχρεωθησαν ουκ εστιν ποιων χρηστοτητα ουκ εστιν εως ενος 13ταφος ανεωγμενος ο λαρυγξ αυτων ταις γλωσσαις αυτων εδολιουσαν ιος ασπιδων υπο τα χειλη αυτων 14ων το στομα αρας και πικριας γεμει 15οξεις οι ποδες αυτων εκχεαι αιμα 16συντριμμα και ταλαιπωρια εν ταις οδοις αυτων 17και οδον ειρηνης ουκ εγνωσαν 18ουκ εστιν φοβος θεου απεναντι των οφθαλμων αυτων 19οιδαμεν δε οτι οσα ο νομος λεγει τοις εν τω νομω λαλει ινα παν στομα φραγη και υποδικος γενηται πας ο κοσμος τω θεω 20διοτι εξ εργων νομου ου δικαιωθησεται πασα σαρξ ενωπιον αυτου δια γαρ νομου επιγνωσις αμαρτιας 21νυνι δε χωρις νομου δικαιοσυνη θεου πεφανερωται μαρτυρουμενη υπο του νομου και των προφητων 22δικαιοσυνη δε θεου δια πιστεως [ιησου] χριστου εις παντας τους πιστευοντας ου γαρ εστιν διαστολη 23παντες γαρ ημαρτον και υστερουνται της δοξης του θεου 24δικαιουμενοι δωρεαν τη αυτου χαριτι δια της απολυτρωσεως της εν χριστω ιησου 25ον προεθετο ο θεος ιλαστηριον δια πιστεως εν τω αυτου αιματι εις ενδειξιν της δικαιοσυνης αυτου δια την παρεσιν των προγεγονοτων αμαρτηματων 26εν τη ανοχη του θεου προς την ενδειξιν της δικαιοσυνης αυτου εν τω νυν καιρω εις το ειναι αυτον δικαιον και δικαιουντα τον εκ πιστεως ιησου 27που ουν η καυχησις εξεκλεισθη δια ποιου νομου των εργων ουχι αλλα δια νομου πιστεως 28λογιζομεθα γαρ δικαιουσθαι πιστει ανθρωπον χωρις εργων νομου 29η ιουδαιων ο θεος μονον ουχι και εθνων ναι και εθνων 30ειπερ εις ο θεος ος δικαιωσει περιτομην εκ πιστεως και ακροβυστιαν δια της πιστεως 31νομον ουν καταργουμεν δια της πιστεως μη γενοιτο αλλα νομον ιστανομεν

« Prev Romans 3 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |