« Prev Romans 16 Next »

Chapter 16

1συνιστημι δε υμιν φοιβην την αδελφην ημων ουσαν [και] διακονον της εκκλησιας της εν κεγχρεαις 2ινα προσδεξησθε αυτην εν κυριω αξιως των αγιων και παραστητε αυτη εν ω αν υμων χρηζη πραγματι και γαρ αυτη προστατις πολλων εγενηθη και εμου αυτου 3ασπασασθε πρισκαν και ακυλαν τους συνεργους μου εν χριστω ιησου 4οιτινες υπερ της ψυχης μου τον εαυτων τραχηλον υπεθηκαν οις ουκ εγω μονος ευχαριστω αλλα και πασαι αι εκκλησιαι των εθνων 5και την κατ οικον αυτων εκκλησιαν ασπασασθε επαινετον τον αγαπητον μου ος εστιν απαρχη της ασιας εις χριστον 6ασπασασθε μαριαν ητις πολλα εκοπιασεν εις υμας 7ασπασασθε ανδρονικον και ιουνιαν τους συγγενεις μου και συναιχμαλωτους μου οιτινες εισιν επισημοι εν τοις αποστολοις οι και προ εμου γεγοναν εν χριστω 8ασπασασθε αμπλιατον τον αγαπητον μου εν κυριω 9ασπασασθε ουρβανον τον συνεργον ημων εν χριστω και σταχυν τον αγαπητον μου 10ασπασασθε απελλην τον δοκιμον εν χριστω ασπασασθε τους εκ των αριστοβουλου 11ασπασασθε ηρωδιωνα τον συγγενη μου ασπασασθε τους εκ των ναρκισσου τους οντας εν κυριω 12ασπασασθε τρυφαιναν και τρυφωσαν τας κοπιωσας εν κυριω ασπασασθε περσιδα την αγαπητην ητις πολλα εκοπιασεν εν κυριω 13ασπασασθε ρουφον τον εκλεκτον εν κυριω και την μητερα αυτου και εμου 14ασπασασθε ασυγκριτον φλεγοντα ερμην πατροβαν ερμαν και τους συν αυτοις αδελφους 15ασπασασθε φιλολογον και ιουλιαν νηρεα και την αδελφην αυτου και ολυμπαν και τους συν αυτοις παντας αγιους 16ασπασασθε αλληλους εν φιληματι αγιω ασπαζονται υμας αι εκκλησιαι πασαι του χριστου 17παρακαλω δε υμας αδελφοι σκοπειν τους τας διχοστασιας και τα σκανδαλα παρα την διδαχην ην υμεις εμαθετε ποιουντας και εκκλινετε απ αυτων 18οι γαρ τοιουτοι τω κυριω ημων χριστω ου δουλευουσιν αλλα τη εαυτων κοιλια και δια της χρηστολογιας και ευλογιας εξαπατωσιν τας καρδιας των ακακων 19η γαρ υμων υπακοη εις παντας αφικετο εφ υμιν ουν χαιρω θελω δε υμας σοφους [μεν] ειναι εις το αγαθον ακεραιους δε εις το κακον 20ο δε θεος της ειρηνης συντριψει τον σαταναν υπο τους ποδας υμων εν ταχει η χαρις του κυριου ημων ιησου μεθ υμων 21ασπαζεται υμας τιμοθεος ο συνεργος [μου] και λουκιος και ιασων και σωσιπατρος οι συγγενεις μου 22ασπαζομαι υμας εγω τερτιος ο γραψας την επιστολην εν κυριω 23ασπαζεται υμας γαιος ο ξενος μου και ολης της εκκλησιας ασπαζεται υμας εραστος ο οικονομος της πολεως και κουαρτος ο αδελφος 24 25τω δε δυναμενω υμας στηριξαι κατα το ευαγγελιον μου και το κηρυγμα ιησου χριστου κατα αποκαλυψιν μυστηριου χρονοις αιωνιοις σεσιγημενου 26φανερωθεντος δε νυν δια τε γραφων προφητικων κατ επιταγην του αιωνιου θεου εις υπακοην πιστεως εις παντα τα εθνη γνωρισθεντος 27μονω σοφω θεω δια ιησου χριστου [ω] η δοξα εις τους αιωνας αμην

« Prev Romans 16 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |