« Prev Revelation 2 Next »

Chapter 2

1τω αγγελω τω εν εφεσω εκκλησιας γραψον ταδε λεγει ο κρατων τους επτα αστερας εν τη δεξια αυτου ο περιπατων εν μεσω των επτα λυχνιων των χρυσων 2οιδα τα εργα σου και τον κοπον και την υπομονην σου και οτι ου δυνη βαστασαι κακους και επειρασας τους λεγοντας εαυτους αποστολους και ουκ εισιν και ευρες αυτους ψευδεις 3και υπομονην εχεις και εβαστασας δια το ονομα μου και ου κεκοπιακες 4αλλα εχω κατα σου οτι την αγαπην σου την πρωτην αφηκες 5μνημονευε ουν ποθεν πεπτωκας και μετανοησον και τα πρωτα εργα ποιησον ει δε μη ερχομαι σοι και κινησω την λυχνιαν σου εκ του τοπου αυτης εαν μη μετανοησης 6αλλα τουτο εχεις οτι μισεις τα εργα των νικολαιτων α καγω μισω 7ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις τω νικωντι δωσω αυτω φαγειν εκ του ξυλου της ζωης ο εστιν εν τω παραδεισω του θεου 8και τω αγγελω τω εν σμυρνη εκκλησιας γραψον ταδε λεγει ο πρωτος και ο εσχατος ος εγενετο νεκρος και εζησεν 9οιδα σου την θλιψιν και την πτωχειαν αλλα πλουσιος ει και την βλασφημιαν εκ των λεγοντων ιουδαιους ειναι εαυτους και ουκ εισιν αλλα συναγωγη του σατανα 10μη φοβου α μελλεις πασχειν ιδου μελλει βαλλειν ο διαβολος εξ υμων εις φυλακην ινα πειρασθητε και εχητε θλιψιν ημερων δεκα γινου πιστος αχρι θανατου και δωσω σοι τον στεφανον της ζωης 11ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις ο νικων ου μη αδικηθη εκ του θανατου του δευτερου 12και τω αγγελω της εν περγαμω εκκλησιας γραψον ταδε λεγει ο εχων την ρομφαιαν την διστομον την οξειαν 13οιδα που κατοικεις οπου ο θρονος του σατανα και κρατεις το ονομα μου και ουκ ηρνησω την πιστιν μου και εν ταις ημεραις αντιπας ο μαρτυς μου ο πιστος [μου] ος απεκτανθη παρ υμιν οπου ο σατανας κατοικει 14αλλ εχω κατα σου ολιγα οτι εχεις εκει κρατουντας την διδαχην βαλααμ ος εδιδασκεν τω βαλακ βαλειν σκανδαλον ενωπιον των υιων ισραηλ φαγειν ειδωλοθυτα και πορνευσαι 15ουτως εχεις και συ κρατουντας την διδαχην νικολαιτων ομοιως 16μετανοησον ουν ει δε μη ερχομαι σοι ταχυ και πολεμησω μετ αυτων εν τη ρομφαια του στοματος μου 17ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις τω νικωντι δωσω αυτω του μαννα του κεκρυμμενου και δωσω αυτω ψηφον λευκην και επι την ψηφον ονομα καινον γεγραμμενον ο ουδεις οιδεν ει μη ο λαμβανων 18και τω αγγελω τω εν θυατειροις εκκλησιας γραψον ταδε λεγει ο υιος του θεου ο εχων τους οφθαλμους [αυτου] ως φλογα πυρος και οι ποδες αυτου ομοιοι χαλκολιβανω 19οιδα σου τα εργα και την αγαπην και την πιστιν και την διακονιαν και την υπομονην σου και τα εργα σου τα εσχατα πλειονα των πρωτων 20αλλα εχω κατα σου οτι αφεις την γυναικα ιεζαβελ η λεγουσα εαυτην προφητιν και διδασκει και πλανα τους εμους δουλους πορνευσαι και φαγειν ειδωλοθυτα 21και εδωκα αυτη χρονον ινα μετανοηση και ου θελει μετανοησαι εκ της πορνειας αυτης 22ιδου βαλλω αυτην εις κλινην και τους μοιχευοντας μετ αυτης εις θλιψιν μεγαλην εαν μη μετανοησουσιν εκ των εργων αυτης 23και τα τεκνα αυτης αποκτενω εν θανατω και γνωσονται πασαι αι εκκλησιαι οτι εγω ειμι ο εραυνων νεφρους και καρδιας και δωσω υμιν εκαστω κατα τα εργα υμων 24υμιν δε λεγω τοις λοιποις τοις εν θυατειροις οσοι ουκ εχουσιν την διδαχην ταυτην οιτινες ουκ εγνωσαν τα βαθεα του σατανα ως λεγουσιν ου βαλλω εφ υμας αλλο βαρος 25πλην ο εχετε κρατησατε αχρις ου αν ηξω 26και ο νικων και ο τηρων αχρι τελους τα εργα μου δωσω αυτω εξουσιαν επι των εθνων 27και ποιμανει αυτους εν ραβδω σιδηρα ως τα σκευη τα κεραμικα συντριβεται [2 28] ως καγω ειληφα παρα του πατρος μου 28και δωσω αυτω τον αστερα τον πρωινον 29ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις

« Prev Revelation 2 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |