« Prev Philippians 1 Next »

Chapter 1

1παυλος και τιμοθεος δουλοι χριστου ιησου πασιν τοις αγιοις εν χριστω ιησου τοις ουσιν εν φιλιπποις συν επισκοποις και διακονοις 2χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 3ευχαριστω τω θεω μου επι παση τη μνεια υμων 4παντοτε εν παση δεησει μου υπερ παντων υμων μετα χαρας την δεησιν ποιουμενος 5επι τη κοινωνια υμων εις το ευαγγελιον απο της πρωτης ημερας αχρι του νυν 6πεποιθως αυτο τουτο οτι ο εναρξαμενος εν υμιν εργον αγαθον επιτελεσει αχρις ημερας ιησου χριστου 7καθως εστιν δικαιον εμοι τουτο φρονειν υπερ παντων υμων δια το εχειν με εν τη καρδια υμας εν τε τοις δεσμοις μου και εν τη απολογια και βεβαιωσει του ευαγγελιου συγκοινωνους μου της χαριτος παντας υμας οντας 8μαρτυς γαρ μου ο θεος ως επιποθω παντας υμας εν σπλαγχνοις χριστου ιησου 9και τουτο προσευχομαι ινα η αγαπη υμων ετι μαλλον και μαλλον περισσευη εν επιγνωσει και παση αισθησει 10εις το δοκιμαζειν υμας τα διαφεροντα ινα ητε ειλικρινεις και απροσκοποι εις ημεραν χριστου 11πεπληρωμενοι καρπον δικαιοσυνης τον δια ιησου χριστου εις δοξαν και επαινον θεου 12γινωσκειν δε υμας βουλομαι αδελφοι οτι τα κατ εμε μαλλον εις προκοπην του ευαγγελιου εληλυθεν 13ωστε τους δεσμους μου φανερους εν χριστω γενεσθαι εν ολω τω πραιτωριω και τοις λοιποις πασιν 14και τους πλειονας των αδελφων εν κυριω πεποιθοτας τοις δεσμοις μου περισσοτερως τολμαν αφοβως τον λογον του θεου λαλειν 15τινες μεν και δια φθονον και εριν τινες δε και δι ευδοκιαν τον χριστον κηρυσσουσιν 16οι μεν εξ αγαπης ειδοτες οτι εις απολογιαν του ευαγγελιου κειμαι 17οι δε εξ εριθειας τον χριστον καταγγελλουσιν ουχ αγνως οιομενοι θλιψιν εγειρειν τοις δεσμοις μου 18τι γαρ πλην οτι παντι τροπω ειτε προφασει ειτε αληθεια χριστος καταγγελλεται και εν τουτω χαιρω αλλα και χαρησομαι 19οιδα γαρ οτι τουτο μοι αποβησεται εις σωτηριαν δια της υμων δεησεως και επιχορηγιας του πνευματος ιησου χριστου 20κατα την αποκαραδοκιαν και ελπιδα μου οτι εν ουδενι αισχυνθησομαι αλλ εν παση παρρησια ως παντοτε και νυν μεγαλυνθησεται χριστος εν τω σωματι μου ειτε δια ζωης ειτε δια θανατου 21εμοι γαρ το ζην χριστος και το αποθανειν κερδος 22ει δε το ζην εν σαρκι τουτο μοι καρπος εργου και τι αιρησομαι ου γνωριζω 23συνεχομαι δε εκ των δυο την επιθυμιαν εχων εις το αναλυσαι και συν χριστω ειναι πολλω γαρ μαλλον κρεισσον 24το δε επιμενειν τη σαρκι αναγκαιοτερον δι υμας 25και τουτο πεποιθως οιδα οτι μενω και παραμενω πασιν υμιν εις την υμων προκοπην και χαραν της πιστεως 26ινα το καυχημα υμων περισσευη εν χριστω ιησου εν εμοι δια της εμης παρουσιας παλιν προς υμας 27μονον αξιως του ευαγγελιου του χριστου πολιτευεσθε ινα ειτε ελθων και ιδων υμας ειτε απων ακουω τα περι υμων οτι στηκετε εν ενι πνευματι μια ψυχη συναθλουντες τη πιστει του ευαγγελιου 28και μη πτυρομενοι εν μηδενι υπο των αντικειμενων ητις εστιν αυτοις ενδειξις απωλειας υμων δε σωτηριας και τουτο απο θεου 29οτι υμιν εχαρισθη το υπερ χριστου ου μονον το εις αυτον πιστευειν αλλα και το υπερ αυτου πασχειν 30τον αυτον αγωνα εχοντες οιον ειδετε εν εμοι και νυν ακουετε εν εμοι

« Prev Philippians 1 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |