« Prev Matthew 8 Next »

Chapter 8

1καταβαντος δε αυτου απο του ορους ηκολουθησαν αυτω οχλοι πολλοι 2και ιδου λεπρος προσελθων προσεκυνει αυτω λεγων κυριε εαν θελης δυνασαι με καθαρισαι 3και εκτεινας την χειρα ηψατο αυτου λεγων θελω καθαρισθητι και ευθεως εκαθαρισθη αυτου η λεπρα 4και λεγει αυτω ο ιησους ορα μηδενι ειπης αλλα υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκον το δωρον ο προσεταξεν μωυσης εις μαρτυριον αυτοις 5εισελθοντος δε αυτου εις καφαρναουμ προσηλθεν αυτω εκατονταρχος παρακαλων αυτον 6και λεγων κυριε ο παις μου βεβληται εν τη οικια παραλυτικος δεινως βασανιζομενος 7λεγει αυτω εγω ελθων θεραπευσω αυτον 8αποκριθεις δε ο εκατονταρχος εφη κυριε ουκ ειμι ικανος ινα μου υπο την στεγην εισελθης αλλα μονον ειπε λογω και ιαθησεται ο παις μου 9και γαρ εγω ανθρωπος ειμι υπο εξουσιαν [τασσομενος] εχων υπ εμαυτον στρατιωτας και λεγω τουτω πορευθητι και πορευεται και αλλω ερχου και ερχεται και τω δουλω μου ποιησον τουτο και ποιει 10ακουσας δε ο ιησους εθαυμασεν και ειπεν τοις ακολουθουσιν αμην λεγω υμιν παρ ουδενι τοσαυτην πιστιν εν τω ισραηλ ευρον 11λεγω δε υμιν οτι πολλοι απο ανατολων και δυσμων ηξουσιν και ανακλιθησονται μετα αβρααμ και ισαακ και ιακωβ εν τη βασιλεια των ουρανων 12οι δε υιοι της βασιλειας εκβληθησονται εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων 13και ειπεν ο ιησους τω εκατονταρχη υπαγε ως επιστευσας γενηθητω σοι και ιαθη ο παις εν τη ωρα εκεινη 14και ελθων ο ιησους εις την οικιαν πετρου ειδεν την πενθεραν αυτου βεβλημενην και πυρεσσουσαν 15και ηψατο της χειρος αυτης και αφηκεν αυτην ο πυρετος και ηγερθη και διηκονει αυτω 16οψιας δε γενομενης προσηνεγκαν αυτω δαιμονιζομενους πολλους και εξεβαλεν τα πνευματα λογω και παντας τους κακως εχοντας εθεραπευσεν 17οπως πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος αυτος τας ασθενειας ημων ελαβεν και τας νοσους εβαστασεν 18ιδων δε ο ιησους οχλον περι αυτον εκελευσεν απελθειν εις το περαν 19και προσελθων εις γραμματευς ειπεν αυτω διδασκαλε ακολουθησω σοι οπου εαν απερχη 20και λεγει αυτω ο ιησους αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη 21ετερος δε των μαθητων ειπεν αυτω κυριε επιτρεψον μοι πρωτον απελθειν και θαψαι τον πατερα μου 22ο δε ιησους λεγει αυτω ακολουθει μοι και αφες τους νεκρους θαψαι τους εαυτων νεκρους 23και εμβαντι αυτω εις πλοιον ηκολουθησαν αυτω οι μαθηται αυτου 24και ιδου σεισμος μεγας εγενετο εν τη θαλασση ωστε το πλοιον καλυπτεσθαι υπο των κυματων αυτος δε εκαθευδεν 25και προσελθοντες ηγειραν αυτον λεγοντες κυριε σωσον απολλυμεθα 26και λεγει αυτοις τι δειλοι εστε ολιγοπιστοι τοτε εγερθεις επετιμησεν τοις ανεμοις και τη θαλασση και εγενετο γαληνη μεγαλη 27οι δε ανθρωποι εθαυμασαν λεγοντες ποταπος εστιν ουτος οτι και οι ανεμοι και η θαλασσα αυτω υπακουουσιν 28και ελθοντος αυτου εις το περαν εις την χωραν των γαδαρηνων υπηντησαν αυτω δυο δαιμονιζομενοι εκ των μνημειων εξερχομενοι χαλεποι λιαν ωστε μη ισχυειν τινα παρελθειν δια της οδου εκεινης 29και ιδου εκραξαν λεγοντες τι ημιν και σοι υιε του θεου ηλθες ωδε προ καιρου βασανισαι ημας 30ην δε μακραν απ αυτων αγελη χοιρων πολλων βοσκομενη 31οι δε δαιμονες παρεκαλουν αυτον λεγοντες ει εκβαλλεις ημας αποστειλον ημας εις την αγελην των χοιρων 32και ειπεν αυτοις υπαγετε οι δε εξελθοντες απηλθον εις τους χοιρους και ιδου ωρμησεν πασα η αγελη κατα του κρημνου εις την θαλασσαν και απεθανον εν τοις υδασιν 33οι δε βοσκοντες εφυγον και απελθοντες εις την πολιν απηγγειλαν παντα και τα των δαιμονιζομενων 34και ιδου πασα η πολις εξηλθεν εις υπαντησιν τω ιησου και ιδοντες αυτον παρεκαλεσαν οπως μεταβη απο των οριων αυτων

« Prev Matthew 8 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |