« Prev Matthew 24 Next »

Chapter 24

1και εξελθων ο ιησους απο του ιερου επορευετο και προσηλθον οι μαθηται αυτου επιδειξαι αυτω τας οικοδομας του ιερου 2ο δε αποκριθεις ειπεν αυτοις ου βλεπετε ταυτα παντα αμην λεγω υμιν ου μη αφεθη ωδε λιθος επι λιθον ος ου καταλυθησεται 3καθημενου δε αυτου επι του ορους των ελαιων προσηλθον αυτω οι μαθηται κατ ιδιαν λεγοντες ειπον ημιν ποτε ταυτα εσται και τι το σημειον της σης παρουσιας και συντελειας του αιωνος 4και αποκριθεις ο ιησους ειπεν αυτοις βλεπετε μη τις υμας πλανηση 5πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες εγω ειμι ο χριστος και πολλους πλανησουσιν 6μελλησετε δε ακουειν πολεμους και ακοας πολεμων ορατε μη θροεισθε δει γαρ γενεσθαι αλλ ουπω εστιν το τελος 7εγερθησεται γαρ εθνος επι εθνος και βασιλεια επι βασιλειαν και εσονται λιμοι και σεισμοι κατα τοπους 8παντα δε ταυτα αρχη ωδινων 9τοτε παραδωσουσιν υμας εις θλιψιν και αποκτενουσιν υμας και εσεσθε μισουμενοι υπο παντων των εθνων δια το ονομα μου 10και τοτε σκανδαλισθησονται πολλοι και αλληλους παραδωσουσιν και μισησουσιν αλληλους 11και πολλοι ψευδοπροφηται εγερθησονται και πλανησουσιν πολλους 12και δια το πληθυνθηναι την ανομιαν ψυγησεται η αγαπη των πολλων 13ο δε υπομεινας εις τελος ουτος σωθησεται 14και κηρυχθησεται τουτο το ευαγγελιον της βασιλειας εν ολη τη οικουμενη εις μαρτυριον πασιν τοις εθνεσιν και τοτε ηξει το τελος 15οταν ουν ιδητε το βδελυγμα της ερημωσεως το ρηθεν δια δανιηλ του προφητου εστος εν τοπω αγιω ο αναγινωσκων νοειτω 16τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη 17ο επι του δωματος μη καταβατω αραι τα εκ της οικιας αυτου 18και ο εν τω αγρω μη επιστρεψατω οπισω αραι το ιματιον αυτου 19ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις 20προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνος μηδε σαββατω 21εσται γαρ τοτε θλιψις μεγαλη οια ου γεγονεν απ αρχης κοσμου εως του νυν ουδ ου μη γενηται 22και ει μη εκολοβωθησαν αι ημεραι εκειναι ουκ αν εσωθη πασα σαρξ δια δε τους εκλεκτους κολοβωθησονται αι ημεραι εκειναι 23τοτε εαν τις υμιν ειπη ιδου ωδε ο χριστος η ωδε μη πιστευσητε 24εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια μεγαλα και τερατα ωστε πλανασθαι ει δυνατον και τους εκλεκτους 25ιδου προειρηκα υμιν 26εαν ουν ειπωσιν υμιν ιδου εν τη ερημω εστιν μη εξελθητε ιδου εν τοις ταμειοις μη πιστευσητε 27ωσπερ γαρ η αστραπη εξερχεται απο ανατολων και φαινεται εως δυσμων ουτως εσται η παρουσια του υιου του ανθρωπου 28οπου εαν η το πτωμα εκει συναχθησονται οι αετοι 29ευθεως δε μετα την θλιψιν των ημερων εκεινων ο ηλιος σκοτισθησεται και η σεληνη ου δωσει το φεγγος αυτης και οι αστερες πεσουνται απο του ουρανου και αι δυναμεις των ουρανων σαλευθησονται 30και τοτε φανησεται το σημειον του υιου του ανθρωπου εν ουρανω και τοτε κοψονται πασαι αι φυλαι της γης και οψονται τον υιον του ανθρωπου ερχομενον επι των νεφελων του ουρανου μετα δυναμεως και δοξης πολλης 31και αποστελει τους αγγελους αυτου μετα σαλπιγγος μεγαλης και επισυναξουσιν τους εκλεκτους αυτου εκ των τεσσαρων ανεμων απ ακρων ουρανων εως [των] ακρων αυτων 32απο δε της συκης μαθετε την παραβολην οταν ηδη ο κλαδος αυτης γενηται απαλος και τα φυλλα εκφυη γινωσκετε οτι εγγυς το θερος 33ουτως και υμεις οταν ιδητε παντα ταυτα γινωσκετε οτι εγγυς εστιν επι θυραις 34αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εως [αν] παντα ταυτα γενηται 35ο ουρανος και η γη παρελευσεται οι δε λογοι μου ου μη παρελθωσιν 36περι δε της ημερας εκεινης και ωρας ουδεις οιδεν ουδε οι αγγελοι των ουρανων ουδε ο υιος ει μη ο πατηρ μονος 37ωσπερ γαρ αι ημεραι του νωε ουτως εσται η παρουσια του υιου του ανθρωπου 38ως γαρ ησαν εν ταις ημεραις [εκειναις] ταις προ του κατακλυσμου τρωγοντες και πινοντες γαμουντες και γαμιζοντες αχρι ης ημερας εισηλθεν νωε εις την κιβωτον 39και ουκ εγνωσαν εως ηλθεν ο κατακλυσμος και ηρεν απαντας ουτως εσται η παρουσια του υιου του ανθρωπου 40τοτε εσονται δυο εν τω αγρω εις παραλαμβανεται και εις αφιεται 41δυο αληθουσαι εν τω μυλω μια παραλαμβανεται και μια αφιεται 42γρηγορειτε ουν οτι ουκ οιδατε ποια ημερα ο κυριος υμων ερχεται 43εκεινο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτης ποια φυλακη ο κλεπτης ερχεται εγρηγορησεν αν και ουκ αν ειασεν διορυχθηναι την οικιαν αυτου 44δια τουτο και υμεις γινεσθε ετοιμοι οτι η ου δοκειτε ωρα ο υιος του ανθρωπου ερχεται 45τις αρα εστιν ο πιστος δουλος και φρονιμος ον κατεστησεν ο κυριος επι της οικετειας αυτου του δουναι αυτοις την τροφην εν καιρω 46μακαριος ο δουλος εκεινος ον ελθων ο κυριος αυτου ευρησει ουτως ποιουντα 47αμην λεγω υμιν οτι επι πασιν τοις υπαρχουσιν αυτου καταστησει αυτον 48εαν δε ειπη ο κακος δουλος εκεινος εν τη καρδια αυτου χρονιζει μου ο κυριος 49και αρξηται τυπτειν τους συνδουλους αυτου εσθιη δε και πινη μετα των μεθυοντων 50ηξει ο κυριος του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει 51και διχοτομησει αυτον και το μερος αυτου μετα των υποκριτων θησει εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων

« Prev Matthew 24 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |