« Prev Matthew 22 Next »

Chapter 22

1και αποκριθεις ο ιησους παλιν ειπεν εν παραβολαις αυτοις λεγων 2ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει οστις εποιησεν γαμους τω υιω αυτου 3και απεστειλεν τους δουλους αυτου καλεσαι τους κεκλημενους εις τους γαμους και ουκ ηθελον ελθειν 4παλιν απεστειλεν αλλους δουλους λεγων ειπατε τοις κεκλημενοις ιδου το αριστον μου ητοιμακα οι ταυροι μου και τα σιτιστα τεθυμενα και παντα ετοιμα δευτε εις τους γαμους 5οι δε αμελησαντες απηλθον ος μεν εις τον ιδιον αγρον ος δε επι την εμποριαν αυτου 6οι δε λοιποι κρατησαντες τους δουλους αυτου υβρισαν και απεκτειναν 7ο δε βασιλευς ωργισθη και πεμψας τα στρατευματα αυτου απωλεσεν τους φονεις εκεινους και την πολιν αυτων ενεπρησεν 8τοτε λεγει τοις δουλοις αυτου ο μεν γαμος ετοιμος εστιν οι δε κεκλημενοι ουκ ησαν αξιοι 9πορευεσθε ουν επι τας διεξοδους των οδων και οσους εαν ευρητε καλεσατε εις τους γαμους 10και εξελθοντες οι δουλοι εκεινοι εις τας οδους συνηγαγον παντας ους ευρον πονηρους τε και αγαθους και επλησθη ο νυμφων ανακειμενων 11εισελθων δε ο βασιλευς θεασασθαι τους ανακειμενους ειδεν εκει ανθρωπον ουκ ενδεδυμενον ενδυμα γαμου 12και λεγει αυτω εταιρε πως εισηλθες ωδε μη εχων ενδυμα γαμου ο δε εφιμωθη 13τοτε ο βασιλευς ειπεν τοις διακονοις δησαντες αυτου ποδας και χειρας εκβαλετε αυτον εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων 14πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι 15τοτε πορευθεντες οι φαρισαιοι συμβουλιον ελαβον οπως αυτον παγιδευσωσιν εν λογω 16και αποστελλουσιν αυτω τους μαθητας αυτων μετα των ηρωδιανων λεγοντας διδασκαλε οιδαμεν οτι αληθης ει και την οδον του θεου εν αληθεια διδασκεις και ου μελει σοι περι ουδενος ου γαρ βλεπεις εις προσωπον ανθρωπων 17ειπον ουν ημιν τι σοι δοκει εξεστιν δουναι κηνσον καισαρι η ου 18γνους δε ο ιησους την πονηριαν αυτων ειπεν τι με πειραζετε υποκριται 19επιδειξατε μοι το νομισμα του κηνσου οι δε προσηνεγκαν αυτω δηναριον 20και λεγει αυτοις τινος η εικων αυτη και η επιγραφη 21λεγουσιν καισαρος τοτε λεγει αυτοις αποδοτε ουν τα καισαρος καισαρι και τα του θεου τω θεω 22και ακουσαντες εθαυμασαν και αφεντες αυτον απηλθαν 23εν εκεινη τη ημερα προσηλθον αυτω σαδδουκαιοι λεγοντες μη ειναι αναστασιν και επηρωτησαν αυτον 24λεγοντες διδασκαλε μωυσης ειπεν εαν τις αποθανη μη εχων τεκνα επιγαμβρευσει ο αδελφος αυτου την γυναικα αυτου και αναστησει σπερμα τω αδελφω αυτου 25ησαν δε παρ ημιν επτα αδελφοι και ο πρωτος γημας ετελευτησεν και μη εχων σπερμα αφηκεν την γυναικα αυτου τω αδελφω αυτου 26ομοιως και ο δευτερος και ο τριτος εως των επτα 27υστερον δε παντων απεθανεν η γυνη 28εν τη αναστασει ουν τινος των επτα εσται γυνη παντες γαρ εσχον αυτην 29αποκριθεις δε ο ιησους ειπεν αυτοις πλανασθε μη ειδοτες τας γραφας μηδε την δυναμιν του θεου 30εν γαρ τη αναστασει ουτε γαμουσιν ουτε γαμιζονται αλλ ως αγγελοι εν τω ουρανω εισιν 31περι δε της αναστασεως των νεκρων ουκ ανεγνωτε το ρηθεν υμιν υπο του θεου λεγοντος 32εγω ειμι ο θεος αβρααμ και ο θεος ισαακ και ο θεος ιακωβ ουκ εστιν [ο] θεος νεκρων αλλα ζωντων 33και ακουσαντες οι οχλοι εξεπλησσοντο επι τη διδαχη αυτου 34οι δε φαρισαιοι ακουσαντες οτι εφιμωσεν τους σαδδουκαιους συνηχθησαν επι το αυτο 35και επηρωτησεν εις εξ αυτων νομικος πειραζων αυτον 36διδασκαλε ποια εντολη μεγαλη εν τω νομω 37ο δε εφη αυτω αγαπησεις κυριον τον θεον σου εν ολη καρδια σου και εν ολη τη ψυχη σου και εν ολη τη διανοια σου 38αυτη εστιν η μεγαλη και πρωτη εντολη 39δευτερα ομοια αυτη αγαπησεις τον πλησιον σου ως σεαυτον 40εν ταυταις ταις δυσιν εντολαις ολος ο νομος κρεμαται και οι προφηται 41συνηγμενων δε των φαρισαιων επηρωτησεν αυτους ο ιησους 42λεγων τι υμιν δοκει περι του χριστου τινος υιος εστιν λεγουσιν αυτω του δαυιδ 43λεγει αυτοις πως ουν δαυιδ εν πνευματι καλει αυτον κυριον λεγων 44ειπεν κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποκατω των ποδων σου 45ει ουν δαυιδ καλει αυτον κυριον πως υιος αυτου εστιν 46και ουδεις εδυνατο αποκριθηναι αυτω λογον ουδε ετολμησεν τις απ εκεινης της ημερας επερωτησαι αυτον ουκετι

« Prev Matthew 22 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |