« Prev Matthew 21 Next »

Chapter 21

1και οτε ηγγισαν εις ιεροσολυμα και ηλθον εις βηθφαγη εις το ορος των ελαιων τοτε ιησους απεστειλεν δυο μαθητας 2λεγων αυτοις πορευεσθε εις την κωμην την κατεναντι υμων και ευθεως ευρησετε ονον δεδεμενην και πωλον μετ αυτης λυσαντες αγαγετε μοι 3και εαν τις υμιν ειπη τι ερειτε οτι ο κυριος αυτων χρειαν εχει ευθυς δε αποστελει αυτους 4τουτο δε γεγονεν ινα πληρωθη το ρηθεν δια του προφητου λεγοντος 5ειπατε τη θυγατρι σιων ιδου ο βασιλευς σου ερχεται σοι πραυς και επιβεβηκως επι ονον και επι πωλον υιον υποζυγιου 6πορευθεντες δε οι μαθηται και ποιησαντες καθως συνεταξεν αυτοις ο ιησους 7ηγαγον την ονον και τον πωλον και επεθηκαν επ αυτων τα ιματια και επεκαθισεν επανω αυτων 8ο δε πλειστος οχλος εστρωσαν εαυτων τα ιματια εν τη οδω αλλοι δε εκοπτον κλαδους απο των δενδρων και εστρωννυον εν τη οδω 9οι δε οχλοι οι προαγοντες αυτον και οι ακολουθουντες εκραζον λεγοντες ωσαννα τω υιω δαυιδ ευλογημενος ο ερχομενος εν ονοματι κυριου ωσαννα εν τοις υψιστοις 10και εισελθοντος αυτου εις ιεροσολυμα εσεισθη πασα η πολις λεγουσα τις εστιν ουτος 11οι δε οχλοι ελεγον ουτος εστιν ο προφητης ιησους ο απο ναζαρεθ της γαλιλαιας 12και εισηλθεν ιησους εις το ιερον και εξεβαλεν παντας τους πωλουντας και αγοραζοντας εν τω ιερω και τας τραπεζας των κολλυβιστων κατεστρεψεν και τας καθεδρας των πωλουντων τας περιστερας 13και λεγει αυτοις γεγραπται ο οικος μου οικος προσευχης κληθησεται υμεις δε αυτον ποιειτε σπηλαιον ληστων 14και προσηλθον αυτω τυφλοι και χωλοι εν τω ιερω και εθεραπευσεν αυτους 15ιδοντες δε οι αρχιερεις και οι γραμματεις τα θαυμασια α εποιησεν και τους παιδας τους κραζοντας εν τω ιερω και λεγοντας ωσαννα τω υιω δαυιδ ηγανακτησαν 16και ειπαν αυτω ακουεις τι ουτοι λεγουσιν ο δε ιησους λεγει αυτοις ναι ουδεποτε ανεγνωτε οτι εκ στοματος νηπιων και θηλαζοντων κατηρτισω αινον 17και καταλιπων αυτους εξηλθεν εξω της πολεως εις βηθανιαν και ηυλισθη εκει 18πρωι δε επαναγαγων εις την πολιν επεινασεν 19και ιδων συκην μιαν επι της οδου ηλθεν επ αυτην και ουδεν ευρεν εν αυτη ει μη φυλλα μονον και λεγει αυτη ου μηκετι εκ σου καρπος γενηται εις τον αιωνα και εξηρανθη παραχρημα η συκη 20και ιδοντες οι μαθηται εθαυμασαν λεγοντες πως παραχρημα εξηρανθη η συκη 21αποκριθεις δε ο ιησους ειπεν αυτοις αμην λεγω υμιν εαν εχητε πιστιν και μη διακριθητε ου μονον το της συκης ποιησετε αλλα καν τω ορει τουτω ειπητε αρθητι και βληθητι εις την θαλασσαν γενησεται 22και παντα οσα αν αιτησητε εν τη προσευχη πιστευοντες λημψεσθε 23και ελθοντος αυτου εις το ιερον προσηλθον αυτω διδασκοντι οι αρχιερεις και οι πρεσβυτεροι του λαου λεγοντες εν ποια εξουσια ταυτα ποιεις και τις σοι εδωκεν την εξουσιαν ταυτην 24αποκριθεις [δε] ο ιησους ειπεν αυτοις ερωτησω υμας καγω λογον ενα ον εαν ειπητε μοι καγω υμιν ερω εν ποια εξουσια ταυτα ποιω 25το βαπτισμα το ιωαννου ποθεν ην εξ ουρανου η εξ ανθρωπων οι δε διελογιζοντο εν εαυτοις λεγοντες εαν ειπωμεν εξ ουρανου ερει ημιν δια τι ουν ουκ επιστευσατε αυτω 26εαν δε ειπωμεν εξ ανθρωπων φοβουμεθα τον οχλον παντες γαρ ως προφητην εχουσιν τον ιωαννην 27και αποκριθεντες τω ιησου ειπαν ουκ οιδαμεν εφη αυτοις και αυτος ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω 28τι δε υμιν δοκει ανθρωπος ειχεν τεκνα δυο προσελθων τω πρωτω ειπεν τεκνον υπαγε σημερον εργαζου εν τω αμπελωνι 29ο δε αποκριθεις ειπεν εγω κυριε και ουκ απηλθεν 30προσελθων δε τω δευτερω ειπεν ωσαυτως ο δε αποκριθεις ειπεν ου θελω υστερον μεταμεληθεις απηλθεν 31τις εκ των δυο εποιησεν το θελημα του πατρος λεγουσιν ο υστερος λεγει αυτοις ο ιησους αμην λεγω υμιν οτι οι τελωναι και αι πορναι προαγουσιν υμας εις την βασιλειαν του θεου 32ηλθεν γαρ ιωαννης προς υμας εν οδω δικαιοσυνης και ουκ επιστευσατε αυτω οι δε τελωναι και αι πορναι επιστευσαν αυτω υμεις δε ιδοντες ουδε μετεμεληθητε υστερον του πιστευσαι αυτω 33αλλην παραβολην ακουσατε ανθρωπος ην οικοδεσποτης οστις εφυτευσεν αμπελωνα και φραγμον αυτω περιεθηκεν και ωρυξεν εν αυτω ληνον και ωκοδομησεν πυργον και εξεδετο αυτον γεωργοις και απεδημησεν 34οτε δε ηγγισεν ο καιρος των καρπων απεστειλεν τους δουλους αυτου προς τους γεωργους λαβειν τους καρπους αυτου 35και λαβοντες οι γεωργοι τους δουλους αυτου ον μεν εδειραν ον δε απεκτειναν ον δε ελιθοβολησαν 36παλιν απεστειλεν αλλους δουλους πλειονας των πρωτων και εποιησαν αυτοις ωσαυτως 37υστερον δε απεστειλεν προς αυτους τον υιον αυτου λεγων εντραπησονται τον υιον μου 38οι δε γεωργοι ιδοντες τον υιον ειπον εν εαυτοις ουτος εστιν ο κληρονομος δευτε αποκτεινωμεν αυτον και σχωμεν την κληρονομιαν αυτου 39και λαβοντες αυτον εξεβαλον εξω του αμπελωνος και απεκτειναν 40οταν ουν ελθη ο κυριος του αμπελωνος τι ποιησει τοις γεωργοις εκεινοις 41λεγουσιν αυτω κακους κακως απολεσει αυτους και τον αμπελωνα εκδωσεται αλλοις γεωργοις οιτινες αποδωσουσιν αυτω τους καρπους εν τοις καιροις αυτων 42λεγει αυτοις ο ιησους ουδεποτε ανεγνωτε εν ταις γραφαις λιθον ον απεδοκιμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνιας παρα κυριου εγενετο αυτη και εστιν θαυμαστη εν οφθαλμοις ημων 43δια τουτο λεγω υμιν οτι αρθησεται αφ υμων η βασιλεια του θεου και δοθησεται εθνει ποιουντι τους καρπους αυτης 44[και ο πεσων επι τον λιθον τουτον συνθλασθησεται εφ ον δ αν πεση λικμησει αυτον] 45και ακουσαντες οι αρχιερεις και οι φαρισαιοι τας παραβολας αυτου εγνωσαν οτι περι αυτων λεγει 46και ζητουντες αυτον κρατησαι εφοβηθησαν τους οχλους επει εις προφητην αυτον ειχον

« Prev Matthew 21 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |