« Prev Matthew 20 Next »

Chapter 20

1ομοια γαρ εστιν η βασιλεια των ουρανων ανθρωπω οικοδεσποτη οστις εξηλθεν αμα πρωι μισθωσασθαι εργατας εις τον αμπελωνα αυτου 2συμφωνησας δε μετα των εργατων εκ δηναριου την ημεραν απεστειλεν αυτους εις τον αμπελωνα αυτου 3και εξελθων περι τριτην ωραν ειδεν αλλους εστωτας εν τη αγορα αργους 4και εκεινοις ειπεν υπαγετε και υμεις εις τον αμπελωνα και ο εαν η δικαιον δωσω υμιν 5οι δε απηλθον παλιν [δε] εξελθων περι εκτην και ενατην ωραν εποιησεν ωσαυτως 6περι δε την ενδεκατην εξελθων ευρεν αλλους εστωτας και λεγει αυτοις τι ωδε εστηκατε ολην την ημεραν αργοι 7λεγουσιν αυτω οτι ουδεις ημας εμισθωσατο λεγει αυτοις υπαγετε και υμεις εις τον αμπελωνα 8οψιας δε γενομενης λεγει ο κυριος του αμπελωνος τω επιτροπω αυτου καλεσον τους εργατας και αποδος τον μισθον αρξαμενος απο των εσχατων εως των πρωτων 9ελθοντες δε οι περι την ενδεκατην ωραν ελαβον ανα δηναριον 10και ελθοντες οι πρωτοι ενομισαν οτι πλειον λημψονται και ελαβον [το] ανα δηναριον και αυτοι 11λαβοντες δε εγογγυζον κατα του οικοδεσποτου 12λεγοντες ουτοι οι εσχατοι μιαν ωραν εποιησαν και ισους αυτους ημιν εποιησας τοις βαστασασιν το βαρος της ημερας και τον καυσωνα 13ο δε αποκριθεις ενι αυτων ειπεν εταιρε ουκ αδικω σε ουχι δηναριου συνεφωνησας μοι 14αρον το σον και υπαγε θελω δε τουτω τω εσχατω δουναι ως και σοι 15ουκ εξεστιν μοι ο θελω ποιησαι εν τοις εμοις η ο οφθαλμος σου πονηρος εστιν οτι εγω αγαθος ειμι 16ουτως εσονται οι εσχατοι πρωτοι και οι πρωτοι εσχατοι 17μελλων δε αναβαινειν ιησους εις ιεροσολυμα παρελαβεν τους δωδεκα [μαθητας] κατ ιδιαν και εν τη οδω ειπεν αυτοις 18ιδου αναβαινομεν εις ιεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και γραμματευσιν και κατακρινουσιν αυτον [θανατω] 19και παραδωσουσιν αυτον τοις εθνεσιν εις το εμπαιξαι και μαστιγωσαι και σταυρωσαι και τη τριτη ημερα εγερθησεται 20τοτε προσηλθεν αυτω η μητηρ των υιων ζεβεδαιου μετα των υιων αυτης προσκυνουσα και αιτουσα τι απ αυτου 21ο δε ειπεν αυτη τι θελεις λεγει αυτω ειπε ινα καθισωσιν ουτοι οι δυο υιοι μου εις εκ δεξιων και εις εξ ευωνυμων σου εν τη βασιλεια σου 22αποκριθεις δε ο ιησους ειπεν ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω μελλω πινειν λεγουσιν αυτω δυναμεθα 23λεγει αυτοις το μεν ποτηριον μου πιεσθε το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων ουκ εστιν εμον δουναι αλλ οις ητοιμασται υπο του πατρος μου 24και ακουσαντες οι δεκα ηγανακτησαν περι των δυο αδελφων 25ο δε ιησους προσκαλεσαμενος αυτους ειπεν οιδατε οτι οι αρχοντες των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι κατεξουσιαζουσιν αυτων 26ουχ ουτως εστιν εν υμιν αλλ ος αν θελη εν υμιν μεγας γενεσθαι εσται υμων διακονος 27και ος αν θελη εν υμιν ειναι πρωτος εσται υμων δουλος 28ωσπερ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων 29και εκπορευομενων αυτων απο ιεριχω ηκολουθησεν αυτω οχλος πολυς 30και ιδου δυο τυφλοι καθημενοι παρα την οδον ακουσαντες οτι ιησους παραγει εκραξαν λεγοντες κυριε ελεησον ημας υιος δαυιδ 31ο δε οχλος επετιμησεν αυτοις ινα σιωπησωσιν οι δε μειζον εκραξαν λεγοντες κυριε ελεησον ημας υιος δαυιδ 32και στας [ο] ιησους εφωνησεν αυτους και ειπεν τι θελετε ποιησω υμιν 33λεγουσιν αυτω κυριε ινα ανοιγωσιν οι οφθαλμοι ημων 34σπλαγχνισθεις δε ο ιησους ηψατο των ομματων αυτων και ευθεως ανεβλεψαν και ηκολουθησαν αυτω

« Prev Matthew 20 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |