« Prev Matthew 15 Next »

Chapter 15

1τοτε προσερχονται τω ιησου απο ιεροσολυμων φαρισαιοι και γραμματεις λεγοντες 2δια τι οι μαθηται σου παραβαινουσιν την παραδοσιν των πρεσβυτερων ου γαρ νιπτονται τας χειρας οταν αρτον εσθιωσιν 3ο δε αποκριθεις ειπεν αυτοις δια τι και υμεις παραβαινετε την εντολην του θεου δια την παραδοσιν υμων 4ο γαρ θεος ειπεν τιμα τον πατερα και την μητερα και ο κακολογων πατερα η μητερα θανατω τελευτατω 5υμεις δε λεγετε ος αν ειπη τω πατρι η τη μητρι δωρον ο εαν εξ εμου ωφεληθης ου μη τιμησει τον πατερα αυτου 6και ηκυρωσατε τον λογον του θεου δια την παραδοσιν υμων 7υποκριται καλως επροφητευσεν περι υμων ησαιας λεγων 8ο λαος ουτος τοις χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεχει απ εμου 9ματην δε σεβονται με διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων 10και προσκαλεσαμενος τον οχλον ειπεν αυτοις ακουετε και συνιετε 11ου το εισερχομενον εις το στομα κοινοι τον ανθρωπον αλλα το εκπορευομενον εκ του στοματος τουτο κοινοι τον ανθρωπον 12τοτε προσελθοντες οι μαθηται λεγουσιν αυτω οιδας οτι οι φαρισαιοι ακουσαντες τον λογον εσκανδαλισθησαν 13ο δε αποκριθεις ειπεν πασα φυτεια ην ουκ εφυτευσεν ο πατηρ μου ο ουρανιος εκριζωθησεται 14αφετε αυτους τυφλοι εισιν οδηγοι τυφλος δε τυφλον εαν οδηγη αμφοτεροι εις βοθυνον πεσουνται 15αποκριθεις δε ο πετρος ειπεν αυτω φρασον ημιν την παραβολην 16ο δε ειπεν ακμην και υμεις ασυνετοι εστε 17ου νοειτε οτι παν το εισπορευομενον εις το στομα εις την κοιλιαν χωρει και εις αφεδρωνα εκβαλλεται 18τα δε εκπορευομενα εκ του στοματος εκ της καρδιας εξερχεται κακεινα κοινοι τον ανθρωπον 19εκ γαρ της καρδιας εξερχονται διαλογισμοι πονηροι φονοι μοιχειαι πορνειαι κλοπαι ψευδομαρτυριαι βλασφημιαι 20ταυτα εστιν τα κοινουντα τον ανθρωπον το δε ανιπτοις χερσιν φαγειν ου κοινοι τον ανθρωπον 21και εξελθων εκειθεν ο ιησους ανεχωρησεν εις τα μερη τυρου και σιδωνος 22και ιδου γυνη χαναναια απο των οριων εκεινων εξελθουσα εκραζεν λεγουσα ελεησον με κυριε υιος δαυιδ η θυγατηρ μου κακως δαιμονιζεται 23ο δε ουκ απεκριθη αυτη λογον και προσελθοντες οι μαθηται αυτου ηρωτουν αυτον λεγοντες απολυσον αυτην οτι κραζει οπισθεν ημων 24ο δε αποκριθεις ειπεν ουκ απεσταλην ει μη εις τα προβατα τα απολωλοτα οικου ισραηλ 25η δε ελθουσα προσεκυνει αυτω λεγουσα κυριε βοηθει μοι 26ο δε αποκριθεις ειπεν ουκ εστιν καλον λαβειν τον αρτον των τεκνων και βαλειν τοις κυναριοις 27η δε ειπεν ναι κυριε και [γαρ] τα κυναρια εσθιει απο των ψιχιων των πιπτοντων απο της τραπεζης των κυριων αυτων 28τοτε αποκριθεις ο ιησους ειπεν αυτη ω γυναι μεγαλη σου η πιστις γενηθητω σοι ως θελεις και ιαθη η θυγατηρ αυτης απο της ωρας εκεινης 29και μεταβας εκειθεν ο ιησους ηλθεν παρα την θαλασσαν της γαλιλαιας και αναβας εις το ορος εκαθητο εκει 30και προσηλθον αυτω οχλοι πολλοι εχοντες μεθ εαυτων χωλους κυλλους τυφλους κωφους και ετερους πολλους και ερριψαν αυτους παρα τους ποδας αυτου και εθεραπευσεν αυτους 31ωστε τον οχλον θαυμασαι βλεποντας κωφους λαλουντας και χωλους περιπατουντας και τυφλους βλεποντας και εδοξασαν τον θεον ισραηλ 32ο δε ιησους προσκαλεσαμενος τους μαθητας αυτου ειπεν σπλαγχνιζομαι επι τον οχλον οτι [ηδη] ημεραι τρεις προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν και απολυσαι αυτους νηστεις ου θελω μηποτε εκλυθωσιν εν τη οδω 33και λεγουσιν αυτω οι μαθηται ποθεν ημιν εν ερημια αρτοι τοσουτοι ωστε χορτασαι οχλον τοσουτον 34και λεγει αυτοις ο ιησους ποσους αρτους εχετε οι δε ειπαν επτα και ολιγα ιχθυδια 35και παραγγειλας τω οχλω αναπεσειν επι την γην 36ελαβεν τους επτα αρτους και τους ιχθυας και ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις οι δε μαθηται τοις οχλοις 37και εφαγον παντες και εχορτασθησαν και το περισσευον των κλασματων ηραν επτα σπυριδας πληρεις 38οι δε εσθιοντες ησαν τετρακισχιλιοι ανδρες χωρις γυναικων και παιδιων 39και απολυσας τους οχλους ενεβη εις το πλοιον και ηλθεν εις τα ορια μαγαδαν

« Prev Matthew 15 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |