« Prev Matthew 11 Next »

Chapter 11

1και εγενετο οτε ετελεσεν ο ιησους διατασσων τοις δωδεκα μαθηταις αυτου μετεβη εκειθεν του διδασκειν και κηρυσσειν εν ταις πολεσιν αυτων 2ο δε ιωαννης ακουσας εν τω δεσμωτηριω τα εργα του χριστου πεμψας δια των μαθητων αυτου 3ειπεν αυτω συ ει ο ερχομενος η ετερον προσδοκωμεν 4και αποκριθεις ο ιησους ειπεν αυτοις πορευθεντες απαγγειλατε ιωαννη α ακουετε και βλεπετε 5τυφλοι αναβλεπουσιν και χωλοι περιπατουσιν λεπροι καθαριζονται και κωφοι ακουουσιν και νεκροι εγειρονται και πτωχοι ευαγγελιζονται 6και μακαριος εστιν ος εαν μη σκανδαλισθη εν εμοι 7τουτων δε πορευομενων ηρξατο ο ιησους λεγειν τοις οχλοις περι ιωαννου τι εξηλθατε εις την ερημον θεασασθαι καλαμον υπο ανεμου σαλευομενον 8αλλα τι εξηλθατε ιδειν ανθρωπον εν μαλακοις ημφιεσμενον ιδου οι τα μαλακα φορουντες εν τοις οικοις των βασιλεων 9αλλα τι εξηλθατε προφητην ιδειν ναι λεγω υμιν και περισσοτερον προφητου 10ουτος εστιν περι ου γεγραπται ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου ος κατασκευασει την οδον σου εμπροσθεν σου 11αμην λεγω υμιν ουκ εγηγερται εν γεννητοις γυναικων μειζων ιωαννου του βαπτιστου ο δε μικροτερος εν τη βασιλεια των ουρανων μειζων αυτου εστιν 12απο δε των ημερων ιωαννου του βαπτιστου εως αρτι η βασιλεια των ουρανων βιαζεται και βιασται αρπαζουσιν αυτην 13παντες γαρ οι προφηται και ο νομος εως ιωαννου επροφητευσαν 14και ει θελετε δεξασθαι αυτος εστιν ηλιας ο μελλων ερχεσθαι 15ο εχων ωτα ακουετω 16τινι δε ομοιωσω την γενεαν ταυτην ομοια εστιν παιδιοις καθημενοις εν ταις αγοραις α προσφωνουντα τοις ετεροις 17λεγουσιν ηυλησαμεν υμιν και ουκ ωρχησασθε εθρηνησαμεν και ουκ εκοψασθε 18ηλθεν γαρ ιωαννης μητε εσθιων μητε πινων και λεγουσιν δαιμονιον εχει 19ηλθεν ο υιος του ανθρωπου εσθιων και πινων και λεγουσιν ιδου ανθρωπος φαγος και οινοποτης τελωνων φιλος και αμαρτωλων και εδικαιωθη η σοφια απο των εργων αυτης 20τοτε ηρξατο ονειδιζειν τας πολεις εν αις εγενοντο αι πλεισται δυναμεις αυτου οτι ου μετενοησαν 21ουαι σοι χοραζιν ουαι σοι βηθσαιδα οτι ει εν τυρω και σιδωνι εγενοντο αι δυναμεις αι γενομεναι εν υμιν παλαι αν εν σακκω και σποδω μετενοησαν 22πλην λεγω υμιν τυρω και σιδωνι ανεκτοτερον εσται εν ημερα κρισεως η υμιν 23και συ καφαρναουμ μη εως ουρανου υψωθηση εως αδου καταβηση οτι ει εν σοδομοις εγενηθησαν αι δυναμεις αι γενομεναι εν σοι εμεινεν αν μεχρι της σημερον 24πλην λεγω υμιν οτι γη σοδομων ανεκτοτερον εσται εν ημερα κρισεως η σοι 25εν εκεινω τω καιρω αποκριθεις ο ιησους ειπεν εξομολογουμαι σοι πατερ κυριε του ουρανου και της γης οτι εκρυψας ταυτα απο σοφων και συνετων και απεκαλυψας αυτα νηπιοις 26ναι ο πατηρ οτι ουτως ευδοκια εγενετο εμπροσθεν σου 27παντα μοι παρεδοθη υπο του πατρος μου και ουδεις επιγινωσκει τον υιον ει μη ο πατηρ ουδε τον πατερα τις επιγινωσκει ει μη ο υιος και ω εαν βουληται ο υιος αποκαλυψαι 28δευτε προς με παντες οι κοπιωντες και πεφορτισμενοι καγω αναπαυσω υμας 29αρατε τον ζυγον μου εφ υμας και μαθετε απ εμου οτι πραυς ειμι και ταπεινος τη καρδια και ευρησετε αναπαυσιν ταις ψυχαις υμων 30ο γαρ ζυγος μου χρηστος και το φορτιον μου ελαφρον εστιν

« Prev Matthew 11 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |