« Prev Mark 8 Next »

Chapter 8

1εν εκειναις ταις ημεραις παλιν πολλου οχλου οντος και μη εχοντων τι φαγωσιν προσκαλεσαμενος τους μαθητας λεγει αυτοις 2σπλαγχνιζομαι επι τον οχλον οτι ηδη ημεραι τρεις προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν 3και εαν απολυσω αυτους νηστεις εις οικον αυτων εκλυθησονται εν τη οδω και τινες αυτων απο μακροθεν εισιν 4και απεκριθησαν αυτω οι μαθηται αυτου οτι ποθεν τουτους δυνησεται τις ωδε χορτασαι αρτων επ ερημιας 5και ηρωτα αυτους ποσους εχετε αρτους οι δε ειπαν επτα 6και παραγγελλει τω οχλω αναπεσειν επι της γης και λαβων τους επτα αρτους ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις αυτου ινα παρατιθωσιν και παρεθηκαν τω οχλω 7και ειχον ιχθυδια ολιγα και ευλογησας αυτα ειπεν και ταυτα παρατιθεναι 8και εφαγον και εχορτασθησαν και ηραν περισσευματα κλασματων επτα σπυριδας 9ησαν δε ως τετρακισχιλιοι και απελυσεν αυτους 10και ευθυς εμβας εις το πλοιον μετα των μαθητων αυτου ηλθεν εις τα μερη δαλμανουθα 11και εξηλθον οι φαρισαιοι και ηρξαντο συζητειν αυτω ζητουντες παρ αυτου σημειον απο του ουρανου πειραζοντες αυτον 12και αναστεναξας τω πνευματι αυτου λεγει τι η γενεα αυτη ζητει σημειον αμην λεγω ει δοθησεται τη γενεα ταυτη σημειον 13και αφεις αυτους παλιν εμβας απηλθεν εις το περαν 14και επελαθοντο λαβειν αρτους και ει μη ενα αρτον ουκ ειχον μεθ εαυτων εν τω πλοιω 15και διεστελλετο αυτοις λεγων ορατε βλεπετε απο της ζυμης των φαρισαιων και της ζυμης ηρωδου 16και διελογιζοντο προς αλληλους οτι αρτους ουκ εχουσιν 17και γνους λεγει αυτοις τι διαλογιζεσθε οτι αρτους ουκ εχετε ουπω νοειτε ουδε συνιετε πεπωρωμενην εχετε την καρδιαν υμων 18οφθαλμους εχοντες ου βλεπετε και ωτα εχοντες ουκ ακουετε και ου μνημονευετε 19οτε τους πεντε αρτους εκλασα εις τους πεντακισχιλιους ποσους κοφινους κλασματων πληρεις ηρατε λεγουσιν αυτω δωδεκα 20οτε τους επτα εις τους τετρακισχιλιους ποσων σπυριδων πληρωματα κλασματων ηρατε και λεγουσιν αυτω επτα 21και ελεγεν αυτοις ουπω συνιετε 22και ερχονται εις βηθσαιδαν και φερουσιν αυτω τυφλον και παρακαλουσιν αυτον ινα αυτου αψηται 23και επιλαβομενος της χειρος του τυφλου εξηνεγκεν αυτον εξω της κωμης και πτυσας εις τα ομματα αυτου επιθεις τας χειρας αυτω επηρωτα αυτον ει τι βλεπεις 24και αναβλεψας ελεγεν βλεπω τους ανθρωπους οτι ως δενδρα ορω περιπατουντας 25ειτα παλιν εθηκεν τας χειρας επι τους οφθαλμους αυτου και διεβλεψεν και απεκατεστη και ενεβλεπεν τηλαυγως απαντα 26και απεστειλεν αυτον εις οικον αυτου λεγων μηδε εις την κωμην εισελθης 27και εξηλθεν ο ιησους και οι μαθηται αυτου εις τας κωμας καισαρειας της φιλιππου και εν τη οδω επηρωτα τους μαθητας αυτου λεγων αυτοις τινα με λεγουσιν οι ανθρωποι ειναι 28οι δε ειπαν αυτω λεγοντες οτι ιωαννην τον βαπτιστην και αλλοι ηλιαν αλλοι δε οτι εις των προφητων 29και αυτος επηρωτα αυτους υμεις δε τινα με λεγετε ειναι αποκριθεις ο πετρος λεγει αυτω συ ει ο χριστος 30και επετιμησεν αυτοις ινα μηδενι λεγωσιν περι αυτου 31και ηρξατο διδασκειν αυτους οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι υπο των πρεσβυτερων και των αρχιερεων και των γραμματεων και αποκτανθηναι και μετα τρεις ημερας αναστηναι 32και παρρησια τον λογον ελαλει και προσλαβομενος ο πετρος αυτον ηρξατο επιτιμαν αυτω 33ο δε επιστραφεις και ιδων τους μαθητας αυτου επετιμησεν πετρω και λεγει υπαγε οπισω μου σατανα οτι ου φρονεις τα του θεου αλλα τα των ανθρωπων 34και προσκαλεσαμενος τον οχλον συν τοις μαθηταις αυτου ειπεν αυτοις ει τις θελει οπισω μου ελθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι 35ος γαρ εαν θελη την εαυτου ψυχην σωσαι απολεσει αυτην ος δ αν απολεσει την ψυχην αυτου ενεκεν [εμου και] του ευαγγελιου σωσει αυτην 36τι γαρ ωφελει ανθρωπον κερδησαι τον κοσμον ολον και ζημιωθηναι την ψυχην αυτου 37τι γαρ δοι ανθρωπος ανταλλαγμα της ψυχης αυτου 38ος γαρ εαν επαισχυνθη με και τους εμους λογους εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω και ο υιος του ανθρωπου επαισχυνθησεται αυτον οταν ελθη εν τη δοξη του πατρος αυτου μετα των αγγελων των αγιων

« Prev Mark 8 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |