« Prev Mark 4 Next »

Chapter 4

1και παλιν ηρξατο διδασκειν παρα την θαλασσαν και συναγεται προς αυτον οχλος πλειστος ωστε αυτον εις πλοιον εμβαντα καθησθαι εν τη θαλασση και πας ο οχλος προς την θαλασσαν επι της γης ησαν 2και εδιδασκεν αυτους εν παραβολαις πολλα και ελεγεν αυτοις εν τη διδαχη αυτου 3ακουετε ιδου εξηλθεν ο σπειρων σπειραι 4και εγενετο εν τω σπειρειν ο μεν επεσεν παρα την οδον και ηλθεν τα πετεινα και κατεφαγεν αυτο 5και αλλο επεσεν επι το πετρωδες [και] οπου ουκ ειχεν γην πολλην και ευθυς εξανετειλεν δια το μη εχειν βαθος γης 6και οτε ανετειλεν ο ηλιος εκαυματισθη και δια το μη εχειν ριζαν εξηρανθη 7και αλλο επεσεν εις τας ακανθας και ανεβησαν αι ακανθαι και συνεπνιξαν αυτο και καρπον ουκ εδωκεν 8και αλλα επεσεν εις την γην την καλην και εδιδου καρπον αναβαινοντα και αυξανομενα και εφερεν εις τριακοντα και εν εξηκοντα και εν εκατον 9και ελεγεν ος εχει ωτα ακουειν ακουετω 10και οτε εγενετο κατα μονας ηρωτων αυτον οι περι αυτον συν τοις δωδεκα τας παραβολας 11και ελεγεν αυτοις υμιν το μυστηριον δεδοται της βασιλειας του θεου εκεινοις δε τοις εξω εν παραβολαις τα παντα γινεται 12ινα βλεποντες βλεπωσιν και μη ιδωσιν και ακουοντες ακουωσιν και μη συνιωσιν μηποτε επιστρεψωσιν και αφεθη αυτοις 13και λεγει αυτοις ουκ οιδατε την παραβολην ταυτην και πως πασας τας παραβολας γνωσεσθε 14ο σπειρων τον λογον σπειρει 15ουτοι δε εισιν οι παρα την οδον οπου σπειρεται ο λογος και οταν ακουσωσιν ευθυς ερχεται ο σατανας και αιρει τον λογον τον εσπαρμενον εις αυτους 16και ουτοι εισιν ομοιως οι επι τα πετρωδη σπειρομενοι οι οταν ακουσωσιν τον λογον ευθυς μετα χαρας λαμβανουσιν αυτον 17και ουκ εχουσιν ριζαν εν εαυτοις αλλα προσκαιροι εισιν ειτα γενομενης θλιψεως η διωγμου δια τον λογον ευθυς σκανδαλιζονται 18και αλλοι εισιν οι εις τας ακανθας σπειρομενοι ουτοι εισιν οι τον λογον ακουσαντες 19και αι μεριμναι του αιωνος και η απατη του πλουτου και αι περι τα λοιπα επιθυμιαι εισπορευομεναι συμπνιγουσιν τον λογον και ακαρπος γινεται 20και εκεινοι εισιν οι επι την γην την καλην σπαρεντες οιτινες ακουουσιν τον λογον και παραδεχονται και καρποφορουσιν εν τριακοντα και [εν] εξηκοντα και [εν] εκατον 21και ελεγεν αυτοις οτι μητι ερχεται ο λυχνος ινα υπο τον μοδιον τεθη η υπο την κλινην ουχ ινα επι την λυχνιαν τεθη 22ου γαρ εστιν κρυπτον εαν μη ινα φανερωθη ουδε εγενετο αποκρυφον αλλ ινα ελθη εις φανερον 23ει τις εχει ωτα ακουειν ακουετω 24και ελεγεν αυτοις βλεπετε τι ακουετε εν ω μετρω μετρειτε μετρηθησεται υμιν και προστεθησεται υμιν 25ος γαρ εχει δοθησεται αυτω και ος ουκ εχει και ο εχει αρθησεται απ αυτου 26και ελεγεν ουτως εστιν η βασιλεια του θεου ως ανθρωπος βαλη τον σπορον επι της γης 27και καθευδη και εγειρηται νυκτα και ημεραν και ο σπορος βλαστα και μηκυνηται ως ουκ οιδεν αυτος 28αυτοματη η γη καρποφορει πρωτον χορτον ειτεν σταχυν ειτεν πληρη σιτον εν τω σταχυι 29οταν δε παραδοι ο καρπος ευθυς αποστελλει το δρεπανον οτι παρεστηκεν ο θερισμος 30και ελεγεν πως ομοιωσωμεν την βασιλειαν του θεου η εν τινι αυτην παραβολη θωμεν 31ως κοκκω σιναπεως ος οταν σπαρη επι της γης μικροτερον ον παντων των σπερματων των επι της γης 32και οταν σπαρη αναβαινει και γινεται μειζον παντων των λαχανων και ποιει κλαδους μεγαλους ωστε δυνασθαι υπο την σκιαν αυτου τα πετεινα του ουρανου κατασκηνουν 33και τοιαυταις παραβολαις πολλαις ελαλει αυτοις τον λογον καθως ηδυναντο ακουειν 34χωρις δε παραβολης ουκ ελαλει αυτοις κατ ιδιαν δε τοις ιδιοις μαθηταις επελυεν παντα 35και λεγει αυτοις εν εκεινη τη ημερα οψιας γενομενης διελθωμεν εις το περαν 36και αφεντες τον οχλον παραλαμβανουσιν αυτον ως ην εν τω πλοιω και αλλα πλοια ην μετ αυτου 37και γινεται λαιλαψ μεγαλη ανεμου και τα κυματα επεβαλλεν εις το πλοιον ωστε ηδη γεμιζεσθαι το πλοιον 38και αυτος ην εν τη πρυμνη επι το προσκεφαλαιον καθευδων και εγειρουσιν αυτον και λεγουσιν αυτω διδασκαλε ου μελει σοι οτι απολλυμεθα 39και διεγερθεις επετιμησεν τω ανεμω και ειπεν τη θαλασση σιωπα πεφιμωσο και εκοπασεν ο ανεμος και εγενετο γαληνη μεγαλη 40και ειπεν αυτοις τι δειλοι εστε ουπω εχετε πιστιν 41και εφοβηθησαν φοβον μεγαν και ελεγον προς αλληλους τις αρα ουτος εστιν οτι και ο ανεμος και η θαλασσα υπακουει αυτω

« Prev Mark 4 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |