« Prev Mark 15 Next »

Chapter 15

1και ευθυς πρωι συμβουλιον ποιησαντες οι αρχιερεις μετα των πρεσβυτερων και γραμματεων και ολον το συνεδριον δησαντες τον ιησουν απηνεγκαν και παρεδωκαν πιλατω 2και επηρωτησεν αυτον ο πιλατος συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις αυτω λεγει συ λεγεις 3και κατηγορουν αυτου οι αρχιερεις πολλα 4ο δε πιλατος παλιν επηρωτα αυτον [λεγων] ουκ αποκρινη ουδεν ιδε ποσα σου κατηγορουσιν 5ο δε ιησους ουκετι ουδεν απεκριθη ωστε θαυμαζειν τον πιλατον 6κατα δε εορτην απελυεν αυτοις ενα δεσμιον ον παρητουντο 7ην δε ο λεγομενος βαραββας μετα των στασιαστων δεδεμενος οιτινες εν τη στασει φονον πεποιηκεισαν 8και αναβας ο οχλος ηρξατο αιτεισθαι καθως εποιει αυτοις 9ο δε πιλατος απεκριθη αυτοις λεγων θελετε απολυσω υμιν τον βασιλεα των ιουδαιων 10εγινωσκεν γαρ οτι δια φθονον παραδεδωκεισαν αυτον [οι αρχιερεις] 11οι δε αρχιερεις ανεσεισαν τον οχλον ινα μαλλον τον βαραββαν απολυση αυτοις 12ο δε πιλατος παλιν αποκριθεις ελεγεν αυτοις τι ουν ποιησω [ον] λεγετε τον βασιλεα των ιουδαιων 13οι δε παλιν εκραξαν σταυρωσον αυτον 14ο δε πιλατος ελεγεν αυτοις τι γαρ εποιησεν κακον οι δε περισσως εκραξαν σταυρωσον αυτον 15ο δε πιλατος βουλομενος τω οχλω το ικανον ποιησαι απελυσεν αυτοις τον βαραββαν και παρεδωκεν τον ιησουν φραγελλωσας ινα σταυρωθη 16οι δε στρατιωται απηγαγον αυτον εσω της αυλης ο εστιν πραιτωριον και συγκαλουσιν ολην την σπειραν 17και ενδιδυσκουσιν αυτον πορφυραν και περιτιθεασιν αυτω πλεξαντες ακανθινον στεφανον 18και ηρξαντο ασπαζεσθαι αυτον χαιρε βασιλευ των ιουδαιων 19και ετυπτον αυτου την κεφαλην καλαμω και ενεπτυον αυτω και τιθεντες τα γονατα προσεκυνουν αυτω 20και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την πορφυραν και ενεδυσαν αυτον τα ιματια αυτου και εξαγουσιν αυτον ινα σταυρωσωσιν αυτον 21και αγγαρευουσιν παραγοντα τινα σιμωνα κυρηναιον ερχομενον απ αγρου τον πατερα αλεξανδρου και ρουφου ινα αρη τον σταυρον αυτου 22και φερουσιν αυτον επι τον γολγοθαν τοπον ο εστιν μεθερμηνευομενος κρανιου τοπος 23και εδιδουν αυτω εσμυρνισμενον οινον ος δε ουκ ελαβεν 24και σταυρουσιν αυτον και διαμεριζονται τα ιματια αυτου βαλλοντες κληρον επ αυτα τις τι αρη 25ην δε ωρα τριτη και εσταυρωσαν αυτον 26και ην η επιγραφη της αιτιας αυτου επιγεγραμμενη ο βασιλευς των ιουδαιων 27και συν αυτω σταυρουσιν δυο ληστας ενα εκ δεξιων και ενα εξ ευωνυμων αυτου 28 29και οι παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων και λεγοντες ουα ο καταλυων τον ναον και οικοδομων [εν] τρισιν ημεραις 30σωσον σεαυτον καταβας απο του σταυρου 31ομοιως και οι αρχιερεις εμπαιζοντες προς αλληλους μετα των γραμματεων ελεγον αλλους εσωσεν εαυτον ου δυναται σωσαι 32ο χριστος ο βασιλευς ισραηλ καταβατω νυν απο του σταυρου ινα ιδωμεν και πιστευσωμεν και οι συνεσταυρωμενοι συν αυτω ωνειδιζον αυτον 33και γενομενης ωρας εκτης σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης 34και τη ενατη ωρα εβοησεν ο ιησους φωνη μεγαλη ελωι ελωι λαμα σαβαχθανι ο εστιν μεθερμηνευομενον ο θεος μου [ο θεος μου] εις τι εγκατελιπες με 35και τινες των παρεστηκοτων ακουσαντες ελεγον ιδε ηλιαν φωνει 36δραμων δε τις γεμισας σπογγον οξους περιθεις καλαμω εποτιζεν αυτον λεγων αφετε ιδωμεν ει ερχεται ηλιας καθελειν αυτον 37ο δε ιησους αφεις φωνην μεγαλην εξεπνευσεν 38και το καταπετασμα του ναου εσχισθη εις δυο απ ανωθεν εως κατω 39ιδων δε ο κεντυριων ο παρεστηκως εξ εναντιας αυτου οτι ουτως εξεπνευσεν ειπεν αληθως ουτος ο ανθρωπος υιος θεου ην 40ησαν δε και γυναικες απο μακροθεν θεωρουσαι εν αις και μαριαμ η μαγδαληνη και μαρια η ιακωβου του μικρου και ιωσητος μητηρ και σαλωμη 41αι οτε ην εν τη γαλιλαια ηκολουθουν αυτω και διηκονουν αυτω και αλλαι πολλαι αι συναναβασαι αυτω εις ιεροσολυμα 42και ηδη οψιας γενομενης επει ην παρασκευη ο εστιν προσαββατον 43ελθων ιωσηφ απο αριμαθαιας ευσχημων βουλευτης ος και αυτος ην προσδεχομενος την βασιλειαν του θεου τολμησας εισηλθεν προς τον πιλατον και ητησατο το σωμα του ιησου 44ο δε πιλατος εθαυμασεν ει ηδη τεθνηκεν και προσκαλεσαμενος τον κεντυριωνα επηρωτησεν αυτον ει ηδη απεθανεν 45και γνους απο του κεντυριωνος εδωρησατο το πτωμα τω ιωσηφ 46και αγορασας σινδονα καθελων αυτον ενειλησεν τη σινδονι και εθηκεν αυτον εν μνηματι ο ην λελατομημενον εκ πετρας και προσεκυλισεν λιθον επι την θυραν του μνημειου 47η δε μαρια η μαγδαληνη και μαρια η ιωσητος εθεωρουν που τεθειται

« Prev Mark 15 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |