« Prev Luke 3 Next »

Chapter 3

1εν ετει δε πεντεκαιδεκατω της ηγεμονιας τιβεριου καισαρος ηγεμονευοντος ποντιου πιλατου της ιουδαιας και τετρααρχουντος της γαλιλαιας ηρωδου φιλιππου δε του αδελφου αυτου τετρααρχουντος της ιτουραιας και τραχωνιτιδος χωρας και λυσανιου της αβιληνης τετρααρχουντος 2επι αρχιερεως αννα και καιαφα εγενετο ρημα θεου επι ιωαννην τον ζαχαριου υιον εν τη ερημω 3και ηλθεν εις πασαν περιχωρον του ιορδανου κηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων 4ως γεγραπται εν βιβλω λογων ησαιου του προφητου φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβους αυτου 5πασα φαραγξ πληρωθησεται και παν ορος και βουνος ταπεινωθησεται και εσται τα σκολια εις ευθειας και αι τραχειαι εις οδους λειας 6και οψεται πασα σαρξ το σωτηριον του θεου 7ελεγεν ουν τοις εκπορευομενοις οχλοις βαπτισθηναι υπ αυτου γεννηματα εχιδνων τις υπεδειξεν υμιν φυγειν απο της μελλουσης οργης 8ποιησατε ουν καρπους αξιους της μετανοιας και μη αρξησθε λεγειν εν εαυτοις πατερα εχομεν τον αβρααμ λεγω γαρ υμιν οτι δυναται ο θεος εκ των λιθων τουτων εγειραι τεκνα τω αβρααμ 9ηδη δε και η αξινη προς την ριζαν των δενδρων κειται παν ουν δενδρον μη ποιουν καρπον [καλον] εκκοπτεται και εις πυρ βαλλεται 10και επηρωτων αυτον οι οχλοι λεγοντες τι ουν ποιησωμεν 11αποκριθεις δε ελεγεν αυτοις ο εχων δυο χιτωνας μεταδοτω τω μη εχοντι και ο εχων βρωματα ομοιως ποιειτω 12ηλθον δε και τελωναι βαπτισθηναι και ειπαν προς αυτον διδασκαλε τι ποιησωμεν 13ο δε ειπεν προς αυτους μηδεν πλεον παρα το διατεταγμενον υμιν πρασσετε 14επηρωτων δε αυτον και στρατευομενοι λεγοντες τι ποιησωμεν και ημεις και ειπεν αυτοις μηδενα διασεισητε μηδε συκοφαντησητε και αρκεισθε τοις οψωνιοις υμων 15προσδοκωντος δε του λαου και διαλογιζομενων παντων εν ταις καρδιαις αυτων περι του ιωαννου μηποτε αυτος ειη ο χριστος 16απεκρινατο λεγων πασιν ο ιωαννης εγω μεν υδατι βαπτιζω υμας ερχεται δε ο ισχυροτερος μου ου ουκ ειμι ικανος λυσαι τον ιμαντα των υποδηματων αυτου αυτος υμας βαπτισει εν πνευματι αγιω και πυρι 17ου το πτυον εν τη χειρι αυτου διακαθαραι την αλωνα αυτου και συναγαγειν τον σιτον εις την αποθηκην αυτου το δε αχυρον κατακαυσει πυρι ασβεστω 18πολλα μεν ουν και ετερα παρακαλων ευηγγελιζετο τον λαον 19ο δε ηρωδης ο τετρααρχης ελεγχομενος υπ αυτου περι ηρωδιαδος της γυναικος του αδελφου αυτου και περι παντων ων εποιησεν πονηρων ο ηρωδης 20προσεθηκεν και τουτο επι πασιν κατεκλεισεν τον ιωαννην εν φυλακη 21εγενετο δε εν τω βαπτισθηναι απαντα τον λαον και ιησου βαπτισθεντος και προσευχομενου ανεωχθηναι τον ουρανον 22και καταβηναι το πνευμα το αγιον σωματικω ειδει ως περιστεραν επ αυτον και φωνην εξ ουρανου γενεσθαι συ ει ο υιος μου ο αγαπητος εν σοι ευδοκησα 23και αυτος ην ιησους αρχομενος ωσει ετων τριακοντα ων υιος ως ενομιζετο ιωσηφ του ηλι 24του μαθθατ του λευι του μελχι του ιανναι του ιωσηφ 25του ματταθιου του αμως του ναουμ του εσλι του ναγγαι 26του μααθ του ματταθιου του σεμειν του ιωσηχ του ιωδα 27του ιωαναν του ρησα του ζοροβαβελ του σαλαθιηλ του νηρι 28του μελχι του αδδι του κωσαμ του ελμαδαμ του ηρ 29του ιησου του ελιεζερ του ιωριμ του μαθθατ του λευι 30του συμεων του ιουδα του ιωσηφ του ιωναμ του ελιακιμ 31του μελεα του μεννα του ματταθα του ναθαμ του δαυιδ 32του ιεσσαι του ιωβηδ του βοος του σαλα του ναασσων 33του αδμιν του αρνι του εσρωμ του φαρες του ιουδα 34του ιακωβ του ισαακ του αβρααμ του θαρα του ναχωρ 35του σερουχ του ραγαυ του φαλεκ του εβερ του σαλα 36του καιναμ του αρφαξαδ του σημ του νωε του λαμεχ 37του μαθουσαλα του ενωχ του ιαρετ του μαλελεηλ του καιναμ 38του ενως του σηθ του αδαμ του θεου

« Prev Luke 3 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |