« Prev Luke 13 Next »

Chapter 13

1παρησαν δε τινες εν αυτω τω καιρω απαγγελλοντες αυτω περι των γαλιλαιων ων το αιμα πιλατος εμιξεν μετα των θυσιων αυτων 2και αποκριθεις ειπεν αυτοις δοκειτε οτι οι γαλιλαιοι ουτοι αμαρτωλοι παρα παντας τους γαλιλαιους εγενοντο οτι ταυτα πεπονθασιν 3ουχι λεγω υμιν αλλ εαν μη μετανοητε παντες ομοιως απολεισθε 4η εκεινοι οι δεκαοκτω εφ ους επεσεν ο πυργος εν τω σιλωαμ και απεκτεινεν αυτους δοκειτε οτι αυτοι οφειλεται εγενοντο παρα παντας τους ανθρωπους τους κατοικουντας ιερουσαλημ 5ουχι λεγω υμιν αλλ εαν μη μετανοησητε παντες ωσαυτως απολεισθε 6ελεγεν δε ταυτην την παραβολην συκην ειχεν τις πεφυτευμενην εν τω αμπελωνι αυτου και ηλθεν ζητων καρπον εν αυτη και ουχ ευρεν 7ειπεν δε προς τον αμπελουργον ιδου τρια ετη αφ ου ερχομαι ζητων καρπον εν τη συκη ταυτη και ουχ ευρισκω εκκοψον αυτην ινατι και την γην καταργει 8ο δε αποκριθεις λεγει αυτω κυριε αφες αυτην και τουτο το ετος εως οτου σκαψω περι αυτην και βαλω κοπρια 9καν μεν ποιηση καρπον εις το μελλον ει δε μη γε εκκοψεις αυτην 10ην δε διδασκων εν μια των συναγωγων εν τοις σαββασιν 11και ιδου γυνη πνευμα εχουσα ασθενειας ετη δεκαοκτω και ην συγκυπτουσα και μη δυναμενη ανακυψαι εις το παντελες 12ιδων δε αυτην ο ιησους προσεφωνησεν και ειπεν αυτη γυναι απολελυσαι της ασθενειας σου 13και επεθηκεν αυτη τας χειρας και παραχρημα ανωρθωθη και εδοξαζεν τον θεον 14αποκριθεις δε ο αρχισυναγωγος αγανακτων οτι τω σαββατω εθεραπευσεν ο ιησους ελεγεν τω οχλω οτι εξ ημεραι εισιν εν αις δει εργαζεσθαι εν αυταις ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου 15απεκριθη δε αυτω ο κυριος και ειπεν υποκριται εκαστος υμων τω σαββατω ου λυει τον βουν αυτου η τον ονον απο της φατνης και απαγων ποτιζει 16ταυτην δε θυγατερα αβρααμ ουσαν ην εδησεν ο σατανας ιδου δεκα και οκτω ετη ουκ εδει λυθηναι απο του δεσμου τουτου τη ημερα του σαββατου 17και ταυτα λεγοντος αυτου κατησχυνοντο παντες οι αντικειμενοι αυτω και πας ο οχλος εχαιρεν επι πασιν τοις ενδοξοις τοις γινομενοις υπ αυτου 18ελεγεν ουν τινι ομοια εστιν η βασιλεια του θεου και τινι ομοιωσω αυτην 19ομοια εστιν κοκκω σιναπεως ον λαβων ανθρωπος εβαλεν εις κηπον εαυτου και ηυξησεν και εγενετο εις δενδρον και τα πετεινα του ουρανου κατεσκηνωσεν εν τοις κλαδοις αυτου 20και παλιν ειπεν τινι ομοιωσω την βασιλειαν του θεου 21ομοια εστιν ζυμη ην λαβουσα γυνη εκρυψεν εις αλευρου σατα τρια εως ου εζυμωθη ολον 22και διεπορευετο κατα πολεις και κωμας διδασκων και πορειαν ποιουμενος εις ιεροσολυμα 23ειπεν δε τις αυτω κυριε ει ολιγοι οι σωζομενοι ο δε ειπεν προς αυτους 24αγωνιζεσθε εισελθειν δια της στενης θυρας οτι πολλοι λεγω υμιν ζητησουσιν εισελθειν και ουκ ισχυσουσιν 25αφ ου αν εγερθη ο οικοδεσποτης και αποκλειση την θυραν και αρξησθε εξω εσταναι και κρουειν την θυραν λεγοντες κυριε ανοιξον ημιν και αποκριθεις ερει υμιν ουκ οιδα υμας ποθεν εστε 26τοτε αρξεσθε λεγειν εφαγομεν ενωπιον σου και επιομεν και εν ταις πλατειαις ημων εδιδαξας 27και ερει λεγων υμιν ουκ οιδα ποθεν εστε αποστητε απ εμου παντες εργαται αδικιας 28εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων οταν οψησθε αβρααμ και ισαακ και ιακωβ και παντας τους προφητας εν τη βασιλεια του θεου υμας δε εκβαλλομενους εξω 29και ηξουσιν απο ανατολων και δυσμων και απο βορρα και νοτου και ανακλιθησονται εν τη βασιλεια του θεου 30και ιδου εισιν εσχατοι οι εσονται πρωτοι και εισιν πρωτοι οι εσονται εσχατοι 31εν αυτη τη ωρα προσηλθαν τινες φαρισαιοι λεγοντες αυτω εξελθε και πορευου εντευθεν οτι ηρωδης θελει σε αποκτειναι 32και ειπεν αυτοις πορευθεντες ειπατε τη αλωπεκι ταυτη ιδου εκβαλλω δαιμονια και ιασεις αποτελω σημερον και αυριον και τη τριτη τελειουμαι 33πλην δει με σημερον και αυριον και τη εχομενη πορευεσθαι οτι ουκ ενδεχεται προφητην απολεσθαι εξω ιερουσαλημ 34ιερουσαλημ ιερουσαλημ η αποκτεινουσα τους προφητας και λιθοβολουσα τους απεσταλμενους προς αυτην ποσακις ηθελησα επισυναξαι τα τεκνα σου ον τροπον ορνις την εαυτης νοσσιαν υπο τας πτερυγας και ουκ ηθελησατε 35ιδου αφιεται υμιν ο οικος υμων λεγω [δε] υμιν ου μη ιδητε με εως ειπητε ευλογημενος ο ερχομενος εν ονοματι κυριου

« Prev Luke 13 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |