« Prev Luke 1 Next »

Chapter 1

1επειδηπερ πολλοι επεχειρησαν αναταξασθαι διηγησιν περι των πεπληροφορημενων εν ημιν πραγματων 2καθως παρεδοσαν ημιν οι απ αρχης αυτοπται και υπηρεται γενομενοι του λογου 3εδοξεν καμοι παρηκολουθηκοτι ανωθεν πασιν ακριβως καθεξης σοι γραψαι κρατιστε θεοφιλε 4ινα επιγνως περι ων κατηχηθης λογων την ασφαλειαν 5εγενετο εν ταις ημεραις ηρωδου βασιλεως της ιουδαιας ιερευς τις ονοματι ζαχαριας εξ εφημεριας αβια και γυνη αυτω εκ των θυγατερων ααρων και το ονομα αυτης ελισαβετ 6ησαν δε δικαιοι αμφοτεροι εναντιον του θεου πορευομενοι εν πασαις ταις εντολαις και δικαιωμασιν του κυριου αμεμπτοι 7και ουκ ην αυτοις τεκνον καθοτι ην [η] ελισαβετ στειρα και αμφοτεροι προβεβηκοτες εν ταις ημεραις αυτων ησαν 8εγενετο δε εν τω ιερατευειν αυτον εν τη ταξει της εφημεριας αυτου εναντι του θεου 9κατα το εθος της ιερατειας ελαχεν του θυμιασαι εισελθων εις τον ναον του κυριου 10και παν το πληθος ην του λαου προσευχομενον εξω τη ωρα του θυμιαματος 11ωφθη δε αυτω αγγελος κυριου εστως εκ δεξιων του θυσιαστηριου του θυμιαματος 12και εταραχθη ζαχαριας ιδων και φοβος επεπεσεν επ αυτον 13ειπεν δε προς αυτον ο αγγελος μη φοβου ζαχαρια διοτι εισηκουσθη η δεησις σου και η γυνη σου ελισαβετ γεννησει υιον σοι και καλεσεις το ονομα αυτου ιωαννην 14και εσται χαρα σοι και αγαλλιασις και πολλοι επι τη γενεσει αυτου χαρησονται 15εσται γαρ μεγας ενωπιον κυριου και οινον και σικερα ου μη πιη και πνευματος αγιου πλησθησεται ετι εκ κοιλιας μητρος αυτου 16και πολλους των υιων ισραηλ επιστρεψει επι κυριον τον θεον αυτων 17και αυτος προελευσεται ενωπιον αυτου εν πνευματι και δυναμει ηλιου επιστρεψαι καρδιας πατερων επι τεκνα και απειθεις εν φρονησει δικαιων ετοιμασαι κυριω λαον κατεσκευασμενον 18και ειπεν ζαχαριας προς τον αγγελον κατα τι γνωσομαι τουτο εγω γαρ ειμι πρεσβυτης και η γυνη μου προβεβηκυια εν ταις ημεραις αυτης 19και αποκριθεις ο αγγελος ειπεν αυτω εγω ειμι γαβριηλ ο παρεστηκως ενωπιον του θεου και απεσταλην λαλησαι προς σε και ευαγγελισασθαι σοι ταυτα 20και ιδου εση σιωπων και μη δυναμενος λαλησαι αχρι ης ημερας γενηται ταυτα ανθ ων ουκ επιστευσας τοις λογοις μου οιτινες πληρωθησονται εις τον καιρον αυτων 21και ην ο λαος προσδοκων τον ζαχαριαν και εθαυμαζον εν τω χρονιζειν εν τω ναω αυτον 22εξελθων δε ουκ εδυνατο λαλησαι αυτοις και επεγνωσαν οτι οπτασιαν εωρακεν εν τω ναω και αυτος ην διανευων αυτοις και διεμενεν κωφος 23και εγενετο ως επλησθησαν αι ημεραι της λειτουργιας αυτου απηλθεν εις τον οικον αυτου 24μετα δε ταυτας τας ημερας συνελαβεν ελισαβετ η γυνη αυτου και περιεκρυβεν εαυτην μηνας πεντε λεγουσα 25οτι ουτως μοι πεποιηκεν κυριος εν ημεραις αις επειδεν αφελειν ονειδος μου εν ανθρωποις 26εν δε τω μηνι τω εκτω απεσταλη ο αγγελος γαβριηλ απο του θεου εις πολιν της γαλιλαιας η ονομα ναζαρεθ 27προς παρθενον εμνηστευμενην ανδρι ω ονομα ιωσηφ εξ οικου δαυιδ και το ονομα της παρθενου μαριαμ 28και εισελθων προς αυτην ειπεν χαιρε κεχαριτωμενη ο κυριος μετα σου 29η δε επι τω λογω διεταραχθη και διελογιζετο ποταπος ειη ο ασπασμος ουτος 30και ειπεν ο αγγελος αυτη μη φοβου μαριαμ ευρες γαρ χαριν παρα τω θεω 31και ιδου συλλημψη εν γαστρι και τεξη υιον και καλεσεις το ονομα αυτου ιησουν 32ουτος εσται μεγας και υιος υψιστου κληθησεται και δωσει αυτω κυριος ο θεος τον θρονον δαυιδ του πατρος αυτου 33και βασιλευσει επι τον οικον ιακωβ εις τους αιωνας και της βασιλειας αυτου ουκ εσται τελος 34ειπεν δε μαριαμ προς τον αγγελον πως εσται τουτο επει ανδρα ου γινωσκω 35και αποκριθεις ο αγγελος ειπεν αυτη πνευμα αγιον επελευσεται επι σε και δυναμις υψιστου επισκιασει σοι διο και το γεννωμενον αγιον κληθησεται υιος θεου 36και ιδου ελισαβετ η συγγενις σου και αυτη συνειληφεν υιον εν γηρει αυτης και ουτος μην εκτος εστιν αυτη τη καλουμενη στειρα 37οτι ουκ αδυνατησει παρα του θεου παν ρημα 38ειπεν δε μαριαμ ιδου η δουλη κυριου γενοιτο μοι κατα το ρημα σου και απηλθεν απ αυτης ο αγγελος 39αναστασα δε μαριαμ εν ταις ημεραις ταυταις επορευθη εις την ορεινην μετα σπουδης εις πολιν ιουδα 40και εισηλθεν εις τον οικον ζαχαριου και ησπασατο την ελισαβετ 41και εγενετο ως ηκουσεν τον ασπασμον της μαριας η ελισαβετ εσκιρτησεν το βρεφος εν τη κοιλια αυτης και επλησθη πνευματος αγιου η ελισαβετ 42και ανεφωνησεν κραυγη μεγαλη και ειπεν ευλογημενη συ εν γυναιξιν και ευλογημενος ο καρπος της κοιλιας σου 43και ποθεν μοι τουτο ινα ελθη η μητηρ του κυριου μου προς εμε 44ιδου γαρ ως εγενετο η φωνη του ασπασμου σου εις τα ωτα μου εσκιρτησεν εν αγαλλιασει το βρεφος εν τη κοιλια μου 45και μακαρια η πιστευσασα οτι εσται τελειωσις τοις λελαλημενοις αυτη παρα κυριου 46και ειπεν μαριαμ μεγαλυνει η ψυχη μου τον κυριον 47και ηγαλλιασεν το πνευμα μου επι τω θεω τω σωτηρι μου 48οτι επεβλεψεν επι την ταπεινωσιν της δουλης αυτου ιδου γαρ απο του νυν μακαριουσιν με πασαι αι γενεαι 49οτι εποιησεν μοι μεγαλα ο δυνατος και αγιον το ονομα αυτου 50και το ελεος αυτου εις γενεας και γενεας τοις φοβουμενοις αυτον 51εποιησεν κρατος εν βραχιονι αυτου διεσκορπισεν υπερηφανους διανοια καρδιας αυτων 52καθειλεν δυναστας απο θρονων και υψωσεν ταπεινους 53πεινωντας ενεπλησεν αγαθων και πλουτουντας εξαπεστειλεν κενους 54αντελαβετο ισραηλ παιδος αυτου μνησθηναι ελεους 55καθως ελαλησεν προς τους πατερας ημων τω αβρααμ και τω σπερματι αυτου εις τον αιωνα 56εμεινεν δε μαριαμ συν αυτη ως μηνας τρεις και υπεστρεψεν εις τον οικον αυτης 57τη δε ελισαβετ επλησθη ο χρονος του τεκειν αυτην και εγεννησεν υιον 58και ηκουσαν οι περιοικοι και οι συγγενεις αυτης οτι εμεγαλυνεν κυριος το ελεος αυτου μετ αυτης και συνεχαιρον αυτη 59και εγενετο εν τη ημερα τη ογδοη ηλθον περιτεμειν το παιδιον και εκαλουν αυτο επι τω ονοματι του πατρος αυτου ζαχαριαν 60και αποκριθεισα η μητηρ αυτου ειπεν ουχι αλλα κληθησεται ιωαννης 61και ειπαν προς αυτην οτι ουδεις εστιν εκ της συγγενειας σου ος καλειται τω ονοματι τουτω 62ενενευον δε τω πατρι αυτου το τι αν θελοι καλεισθαι αυτο 63και αιτησας πινακιδιον εγραψεν λεγων ιωαννης εστιν ονομα αυτου και εθαυμασαν παντες 64ανεωχθη δε το στομα αυτου παραχρημα και η γλωσσα αυτου και ελαλει ευλογων τον θεον 65και εγενετο επι παντας φοβος τους περιοικουντας αυτους και εν ολη τη ορεινη της ιουδαιας διελαλειτο παντα τα ρηματα ταυτα 66και εθεντο παντες οι ακουσαντες εν τη καρδια αυτων λεγοντες τι αρα το παιδιον τουτο εσται και γαρ χειρ κυριου ην μετ αυτου 67και ζαχαριας ο πατηρ αυτου επλησθη πνευματος αγιου και επροφητευσεν λεγων 68ευλογητος κυριος ο θεος του ισραηλ οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου 69και ηγειρεν κερας σωτηριας ημιν εν οικω δαυιδ παιδος αυτου 70καθως ελαλησεν δια στοματος των αγιων απ αιωνος προφητων αυτου 71σωτηριαν εξ εχθρων ημων και εκ χειρος παντων των μισουντων ημας 72ποιησαι ελεος μετα των πατερων ημων και μνησθηναι διαθηκης αγιας αυτου 73ορκον ον ωμοσεν προς αβρααμ τον πατερα ημων του δουναι ημιν 74αφοβως εκ χειρος εχθρων ρυσθεντας λατρευειν αυτω 75εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασαις ταις ημεραις ημων 76και συ δε παιδιον προφητης υψιστου κληθηση προπορευση γαρ ενωπιον κυριου ετοιμασαι οδους αυτου 77του δουναι γνωσιν σωτηριας τω λαω αυτου εν αφεσει αμαρτιων αυτων 78δια σπλαγχνα ελεους θεου ημων εν οις επισκεψεται ημας ανατολη εξ υψους 79επιφαναι τοις εν σκοτει και σκια θανατου καθημενοις του κατευθυναι τους ποδας ημων εις οδον ειρηνης 80το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι και ην εν ταις ερημοις εως ημερας αναδειξεως αυτου προς τον ισραηλ

« Prev Luke 1 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |