« Prev John 8 Next »

Chapter 8

1ιησους δε επορευθη εις το ορος των ελαιων 2ορθρου δε παλιν παρεγενετο εις το ιερον [και πας ο λαος ηρχετο προς αυτον και καθισας εδιδασκεν αυτους] 3αγουσιν δε οι γραμματεις και οι φαρισαιοι γυναικα επι μοιχεια κατειλημμενην και στησαντες αυτην εν μεσω 4λεγουσιν αυτω διδασκαλε αυτη η γυνη κατειληπται επ αυτοφωρω μοιχευομενη 5εν δε τω νομω [ημιν] μωυσης ενετειλατο τας τοιαυτας λιθαζειν συ ουν τι λεγεις 6[τουτο δε ελεγον πειραζοντες αυτον ινα εχωσιν κατηγορειν αυτου] ο δε ιησους κατω κυψας τω δακτυλω κατεγραφεν εις την γην 7ως δε επεμενον ερωτωντες [αυτον] ανεκυψεν και ειπεν [αυτοις] ο αναμαρτητος υμων πρωτος επ αυτην βαλετω λιθον 8και παλιν κατακυψας εγραφεν εις την γην 9οι δε ακουσαντες εξηρχοντο εις καθ εις αρξαμενοι απο των πρεσβυτερων και κατελειφθη μονος και η γυνη εν μεσω ουσα 10ανακυψας δε ο ιησους ειπεν αυτη γυναι που εισιν ουδεις σε κατεκρινεν 11η δε ειπεν ουδεις κυριε ειπεν δε ο ιησους ουδε εγω σε κατακρινω πορευου απο του νυν μηκετι αμαρτανε]] 12παλιν ουν αυτοις ελαλησεν [ο] ιησους λεγων εγω ειμι το φως του κοσμου ο ακολουθων μοι ου μη περιπατηση εν τη σκοτια αλλ εξει το φως της ζωης 13ειπον ουν αυτω οι φαρισαιοι συ περι σεαυτου μαρτυρεις η μαρτυρια σου ουκ εστιν αληθης 14απεκριθη ιησους και ειπεν αυτοις καν εγω μαρτυρω περι εμαυτου αληθης εστιν η μαρτυρια μου οτι οιδα ποθεν ηλθον και που υπαγω υμεις δε ουκ οιδατε ποθεν ερχομαι η που υπαγω 15υμεις κατα την σαρκα κρινετε εγω ου κρινω ουδενα 16και εαν κρινω δε εγω η κρισις η εμη αληθινη εστιν οτι μονος ουκ ειμι αλλ εγω και ο πεμψας με [πατηρ] 17και εν τω νομω δε τω υμετερω γεγραπται οτι δυο ανθρωπων η μαρτυρια αληθης εστιν 18εγω ειμι ο μαρτυρων περι εμαυτου και μαρτυρει περι εμου ο πεμψας με πατηρ 19ελεγον ουν αυτω που εστιν ο πατηρ σου απεκριθη ιησους ουτε εμε οιδατε ουτε τον πατερα μου ει εμε ηδειτε και τον πατερα μου αν ηδειτε 20ταυτα τα ρηματα ελαλησεν εν τω γαζοφυλακιω διδασκων εν τω ιερω και ουδεις επιασεν αυτον οτι ουπω εληλυθει η ωρα αυτου 21ειπεν ουν παλιν αυτοις εγω υπαγω και ζητησετε με και εν τη αμαρτια υμων αποθανεισθε οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν 22ελεγον ουν οι ιουδαιοι μητι αποκτενει εαυτον οτι λεγει οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν 23και ελεγεν αυτοις υμεις εκ των κατω εστε εγω εκ των ανω ειμι υμεις εκ τουτου του κοσμου εστε εγω ουκ ειμι εκ του κοσμου τουτου 24ειπον ουν υμιν οτι αποθανεισθε εν ταις αμαρτιαις υμων εαν γαρ μη πιστευσητε οτι εγω ειμι αποθανεισθε εν ταις αμαρτιαις υμων 25ελεγον ουν αυτω συ τις ει ειπεν αυτοις [ο] ιησους την αρχην ο τι και λαλω υμιν 26πολλα εχω περι υμων λαλειν και κρινειν αλλ ο πεμψας με αληθης εστιν καγω α ηκουσα παρ αυτου ταυτα λαλω εις τον κοσμον 27ουκ εγνωσαν οτι τον πατερα αυτοις ελεγεν 28ειπεν ουν ο ιησους οταν υψωσητε τον υιον του ανθρωπου τοτε γνωσεσθε οτι εγω ειμι και απ εμαυτου ποιω ουδεν αλλα καθως εδιδαξεν με ο πατηρ ταυτα λαλω 29και ο πεμψας με μετ εμου εστιν ουκ αφηκεν με μονον οτι εγω τα αρεστα αυτω ποιω παντοτε 30ταυτα αυτου λαλουντος πολλοι επιστευσαν εις αυτον 31ελεγεν ουν ο ιησους προς τους πεπιστευκοτας αυτω ιουδαιους εαν υμεις μεινητε εν τω λογω τω εμω αληθως μαθηται μου εστε 32και γνωσεσθε την αληθειαν και η αληθεια ελευθερωσει υμας 33απεκριθησαν προς αυτον σπερμα αβρααμ εσμεν και ουδενι δεδουλευκαμεν πωποτε πως συ λεγεις οτι ελευθεροι γενησεσθε 34απεκριθη αυτοις [ο] ιησους αμην αμην λεγω υμιν οτι πας ο ποιων την αμαρτιαν δουλος εστιν [της αμαρτιας] 35ο δε δουλος ου μενει εν τη οικια εις τον αιωνα ο υιος μενει εις τον αιωνα 36εαν ουν ο υιος υμας ελευθερωση οντως ελευθεροι εσεσθε 37οιδα οτι σπερμα αβρααμ εστε αλλα ζητειτε με αποκτειναι οτι ο λογος ο εμος ου χωρει εν υμιν 38α εγω εωρακα παρα τω πατρι λαλω και υμεις ουν α ηκουσατε παρα του πατρος ποιειτε 39απεκριθησαν και ειπαν αυτω ο πατηρ ημων αβρααμ εστιν λεγει αυτοις [ο] ιησους ει τεκνα του αβρααμ εστε τα εργα του αβρααμ ποιειτε 40νυν δε ζητειτε με αποκτειναι ανθρωπον ος την αληθειαν υμιν λελαληκα ην ηκουσα παρα του θεου τουτο αβρααμ ουκ εποιησεν 41υμεις ποιειτε τα εργα του πατρος υμων ειπαν αυτω ημεις εκ πορνειας ουκ εγεννηθημεν ενα πατερα εχομεν τον θεον 42ειπεν αυτοις [ο] ιησους ει ο θεος πατηρ υμων ην ηγαπατε αν εμε εγω γαρ εκ του θεου εξηλθον και ηκω ουδε γαρ απ εμαυτου εληλυθα αλλ εκεινος με απεστειλεν 43δια τι την λαλιαν την εμην ου γινωσκετε οτι ου δυνασθε ακουειν τον λογον τον εμον 44υμεις εκ του πατρος του διαβολου εστε και τας επιθυμιας του πατρος υμων θελετε ποιειν εκεινος ανθρωποκτονος ην απ αρχης και εν τη αληθεια ουκ εστηκεν οτι ουκ εστιν αληθεια εν αυτω οταν λαλη το ψευδος εκ των ιδιων λαλει οτι ψευστης εστιν και ο πατηρ αυτου 45εγω δε οτι την αληθειαν λεγω ου πιστευετε μοι 46τις εξ υμων ελεγχει με περι αμαρτιας ει αληθειαν λεγω δια τι υμεις ου πιστευετε μοι 47ο ων εκ του θεου τα ρηματα του θεου ακουει δια τουτο υμεις ουκ ακουετε οτι εκ του θεου ουκ εστε 48απεκριθησαν οι ιουδαιοι και ειπαν αυτω ου καλως λεγομεν ημεις οτι σαμαριτης ει συ και δαιμονιον εχεις 49απεκριθη ιησους εγω δαιμονιον ουκ εχω αλλα τιμω τον πατερα μου και υμεις ατιμαζετε με 50εγω δε ου ζητω την δοξαν μου εστιν ο ζητων και κρινων 51αμην αμην λεγω υμιν εαν τις τον εμον λογον τηρηση θανατον ου μη θεωρηση εις τον αιωνα 52ειπον αυτω οι ιουδαιοι νυν εγνωκαμεν οτι δαιμονιον εχεις αβρααμ απεθανεν και οι προφηται και συ λεγεις εαν τις τον λογον μου τηρηση ου μη γευσηται θανατου εις τον αιωνα 53μη συ μειζων ει του πατρος ημων αβρααμ οστις απεθανεν και οι προφηται απεθανον τινα σεαυτον ποιεις 54απεκριθη ιησους εαν εγω δοξασω εμαυτον η δοξα μου ουδεν εστιν εστιν ο πατηρ μου ο δοξαζων με ον υμεις λεγετε οτι θεος υμων εστιν 55και ουκ εγνωκατε αυτον εγω δε οιδα αυτον καν ειπω οτι ουκ οιδα αυτον εσομαι ομοιος υμιν ψευστης αλλα οιδα αυτον και τον λογον αυτου τηρω 56αβρααμ ο πατηρ υμων ηγαλλιασατο ινα ιδη την ημεραν την εμην και ειδεν και εχαρη 57ειπον ουν οι ιουδαιοι προς αυτον πεντηκοντα ετη ουπω εχεις και αβρααμ εωρακας 58ειπεν αυτοις ιησους αμην αμην λεγω υμιν πριν αβρααμ γενεσθαι εγω ειμι 59ηραν ουν λιθους ινα βαλωσιν επ αυτον ιησους δε εκρυβη και εξηλθεν εκ του ιερου

« Prev John 8 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |