« Prev John 7 Next »

Chapter 7

1και μετα ταυτα περιεπατει [ο] ιησους εν τη γαλιλαια ου γαρ ηθελεν εν τη ιουδαια περιπατειν οτι εζητουν αυτον οι ιουδαιοι αποκτειναι 2ην δε εγγυς η εορτη των ιουδαιων η σκηνοπηγια 3ειπον ουν προς αυτον οι αδελφοι αυτου μεταβηθι εντευθεν και υπαγε εις την ιουδαιαν ινα και οι μαθηται σου θεωρησουσιν [σου] τα εργα α ποιεις 4ουδεις γαρ τι εν κρυπτω ποιει και ζητει αυτος εν παρρησια ειναι ει ταυτα ποιεις φανερωσον σεαυτον τω κοσμω 5ουδε γαρ οι αδελφοι αυτου επιστευον εις αυτον 6λεγει ουν αυτοις ο ιησους ο καιρος ο εμος ουπω παρεστιν ο δε καιρος ο υμετερος παντοτε εστιν ετοιμος 7ου δυναται ο κοσμος μισειν υμας εμε δε μισει οτι εγω μαρτυρω περι αυτου οτι τα εργα αυτου πονηρα εστιν 8υμεις αναβητε εις την εορτην εγω ουπω αναβαινω εις την εορτην ταυτην οτι ο εμος καιρος ουπω πεπληρωται 9ταυτα δε ειπων αυτοις εμεινεν εν τη γαλιλαια 10ως δε ανεβησαν οι αδελφοι αυτου εις την εορτην τοτε και αυτος ανεβη ου φανερως αλλα ως εν κρυπτω 11οι ουν ιουδαιοι εζητουν αυτον εν τη εορτη και ελεγον που εστιν εκεινος 12και γογγυσμος περι αυτου ην πολυς εν τοις οχλοις οι μεν ελεγον οτι αγαθος εστιν αλλοι [δε] ελεγον ου αλλα πλανα τον οχλον 13ουδεις μεντοι παρρησια ελαλει περι αυτου δια τον φοβον των ιουδαιων 14ηδη δε της εορτης μεσουσης ανεβη ιησους εις το ιερον και εδιδασκεν 15εθαυμαζον ουν οι ιουδαιοι λεγοντες πως ουτος γραμματα οιδεν μη μεμαθηκως 16απεκριθη ουν αυτοις ιησους και ειπεν η εμη διδαχη ουκ εστιν εμη αλλα του πεμψαντος με 17εαν τις θελη το θελημα αυτου ποιειν γνωσεται περι της διδαχης ποτερον εκ του θεου εστιν η εγω απ εμαυτου λαλω 18ο αφ εαυτου λαλων την δοξαν την ιδιαν ζητει ο δε ζητων την δοξαν του πεμψαντος αυτον ουτος αληθης εστιν και αδικια εν αυτω ουκ εστιν 19ου μωυσης εδωκεν υμιν τον νομον και ουδεις εξ υμων ποιει τον νομον τι με ζητειτε αποκτειναι 20απεκριθη ο οχλος δαιμονιον εχεις τις σε ζητει αποκτειναι 21απεκριθη ιησους και ειπεν αυτοις εν εργον εποιησα και παντες θαυμαζετε 22δια τουτο μωυσης δεδωκεν υμιν την περιτομην ουχ οτι εκ του μωυσεως εστιν αλλ εκ των πατερων και [εν] σαββατω περιτεμνετε ανθρωπον 23ει περιτομην λαμβανει [ο] ανθρωπος εν σαββατω ινα μη λυθη ο νομος μωυσεως εμοι χολατε οτι ολον ανθρωπον υγιη εποιησα εν σαββατω 24μη κρινετε κατ οψιν αλλα την δικαιαν κρισιν κρινετε 25ελεγον ουν τινες εκ των ιεροσολυμιτων ουχ ουτος εστιν ον ζητουσιν αποκτειναι 26και ιδε παρρησια λαλει και ουδεν αυτω λεγουσιν μηποτε αληθως εγνωσαν οι αρχοντες οτι ουτος εστιν ο χριστος 27αλλα τουτον οιδαμεν ποθεν εστιν ο δε χριστος οταν ερχηται ουδεις γινωσκει ποθεν εστιν 28εκραξεν ουν εν τω ιερω διδασκων [ο] ιησους και λεγων καμε οιδατε και οιδατε ποθεν ειμι και απ εμαυτου ουκ εληλυθα αλλ εστιν αληθινος ο πεμψας με ον υμεις ουκ οιδατε 29εγω οιδα αυτον οτι παρ αυτου ειμι κακεινος με απεστειλεν 30εζητουν ουν αυτον πιασαι και ουδεις επεβαλεν επ αυτον την χειρα οτι ουπω εληλυθει η ωρα αυτου 31εκ του οχλου δε πολλοι επιστευσαν εις αυτον και ελεγον ο χριστος οταν ελθη μη πλειονα σημεια ποιησει ων ουτος εποιησεν 32ηκουσαν οι φαρισαιοι του οχλου γογγυζοντος περι αυτου ταυτα και απεστειλαν οι αρχιερεις και οι φαρισαιοι υπηρετας ινα πιασωσιν αυτον 33ειπεν ουν ο ιησους ετι χρονον μικρον μεθ υμων ειμι και υπαγω προς τον πεμψαντα με 34ζητησετε με και ουχ ευρησετε με και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν 35ειπον ουν οι ιουδαιοι προς εαυτους που ουτος μελλει πορευεσθαι οτι ημεις ουχ ευρησομεν αυτον μη εις την διασποραν των ελληνων μελλει πορευεσθαι και διδασκειν τους ελληνας 36τις εστιν ο λογος ουτος ον ειπεν ζητησετε με και ουχ ευρησετε με και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν 37εν δε τη εσχατη ημερα τη μεγαλη της εορτης ειστηκει ο ιησους και εκραξεν λεγων εαν τις διψα ερχεσθω προς με και πινετω 38ο πιστευων εις εμε καθως ειπεν η γραφη ποταμοι εκ της κοιλιας αυτου ρευσουσιν υδατος ζωντος 39τουτο δε ειπεν περι του πνευματος ου εμελλον λαμβανειν οι πιστευσαντες εις αυτον ουπω γαρ ην πνευμα οτι ιησους ουπω εδοξασθη 40εκ του οχλου ουν ακουσαντες των λογων τουτων ελεγον [οτι] ουτος εστιν αληθως ο προφητης 41αλλοι ελεγον ουτος εστιν ο χριστος οι δε ελεγον μη γαρ εκ της γαλιλαιας ο χριστος ερχεται 42ουχ η γραφη ειπεν οτι εκ του σπερματος δαυιδ και απο βηθλεεμ της κωμης οπου ην δαυιδ ερχεται ο χριστος 43σχισμα ουν εγενετο εν τω οχλω δι αυτον 44τινες δε ηθελον εξ αυτων πιασαι αυτον αλλ ουδεις εβαλεν επ αυτον τας χειρας 45ηλθον ουν οι υπηρεται προς τους αρχιερεις και φαρισαιους και ειπον αυτοις εκεινοι δια τι ουκ ηγαγετε αυτον 46απεκριθησαν οι υπηρεται ουδεποτε ελαλησεν ουτως ανθρωπος 47απεκριθησαν ουν [αυτοις] οι φαρισαιοι μη και υμεις πεπλανησθε 48μη τις εκ των αρχοντων επιστευσεν εις αυτον η εκ των φαρισαιων 49αλλα ο οχλος ουτος ο μη γινωσκων τον νομον επαρατοι εισιν 50λεγει νικοδημος προς αυτους ο ελθων προς αυτον προτερον εις ων εξ αυτων 51μη ο νομος ημων κρινει τον ανθρωπον εαν μη ακουση πρωτον παρ αυτου και γνω τι ποιει 52απεκριθησαν και ειπαν αυτω μη και συ εκ της γαλιλαιας ει εραυνησον και ιδε οτι εκ της γαλιλαιας προφητης ουκ εγειρεται 53[[και επορευθησαν εκαστος εις τον οικον αυτου

« Prev John 7 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |