« Prev John 11 Next »

Chapter 11

1ην δε τις ασθενων λαζαρος απο βηθανιας εκ της κωμης μαριας και μαρθας της αδελφης αυτης 2ην δε μαριαμ η αλειψασα τον κυριον μυρω και εκμαξασα τους ποδας αυτου ταις θριξιν αυτης ης ο αδελφος λαζαρος ησθενει 3απεστειλαν ουν αι αδελφαι προς αυτον λεγουσαι κυριε ιδε ον φιλεις ασθενει 4ακουσας δε ο ιησους ειπεν αυτη η ασθενεια ουκ εστιν προς θανατον αλλ υπερ της δοξης του θεου ινα δοξασθη ο υιος του θεου δι αυτης 5ηγαπα δε ο ιησους την μαρθαν και την αδελφην αυτης και τον λαζαρον 6ως ουν ηκουσεν οτι ασθενει τοτε μεν εμεινεν εν ω ην τοπω δυο ημερας 7επειτα μετα τουτο λεγει τοις μαθηταις αγωμεν εις την ιουδαιαν παλιν 8λεγουσιν αυτω οι μαθηται ραββι νυν εζητουν σε λιθασαι οι ιουδαιοι και παλιν υπαγεις εκει 9απεκριθη ιησους ουχι δωδεκα ωραι εισιν της ημερας εαν τις περιπατη εν τη ημερα ου προσκοπτει οτι το φως του κοσμου τουτου βλεπει 10εαν δε τις περιπατη εν τη νυκτι προσκοπτει οτι το φως ουκ εστιν εν αυτω 11ταυτα ειπεν και μετα τουτο λεγει αυτοις λαζαρος ο φιλος ημων κεκοιμηται αλλα πορευομαι ινα εξυπνισω αυτον 12ειπαν ουν οι μαθηται αυτω κυριε ει κεκοιμηται σωθησεται 13ειρηκει δε ο ιησους περι του θανατου αυτου εκεινοι δε εδοξαν οτι περι της κοιμησεως του υπνου λεγει 14τοτε ουν ειπεν αυτοις ο ιησους παρρησια λαζαρος απεθανεν 15και χαιρω δι υμας ινα πιστευσητε οτι ουκ ημην εκει αλλα αγωμεν προς αυτον 16ειπεν ουν θωμας ο λεγομενος διδυμος τοις συμμαθηταις αγωμεν και ημεις ινα αποθανωμεν μετ αυτου 17ελθων ουν ο ιησους ευρεν αυτον τεσσαρας ηδη ημερας εχοντα εν τω μνημειω 18ην δε βηθανια εγγυς των ιεροσολυμων ως απο σταδιων δεκαπεντε 19πολλοι δε εκ των ιουδαιων εληλυθεισαν προς την μαρθαν και μαριαμ ινα παραμυθησωνται αυτας περι του αδελφου 20η ουν μαρθα ως ηκουσεν οτι ιησους ερχεται υπηντησεν αυτω μαριαμ δε εν τω οικω εκαθεζετο 21ειπεν ουν η μαρθα προς ιησουν κυριε ει ης ωδε ουκ αν απεθανεν ο αδελφος μου 22και νυν οιδα οτι οσα αν αιτηση τον θεον δωσει σοι ο θεος 23λεγει αυτη ο ιησους αναστησεται ο αδελφος σου 24λεγει αυτω η μαρθα οιδα οτι αναστησεται εν τη αναστασει εν τη εσχατη ημερα 25ειπεν αυτη ο ιησους εγω ειμι η αναστασις και η ζωη ο πιστευων εις εμε καν αποθανη ζησεται 26και πας ο ζων και πιστευων εις εμε ου μη αποθανη εις τον αιωνα πιστευεις τουτο 27λεγει αυτω ναι κυριε εγω πεπιστευκα οτι συ ει ο χριστος ο υιος του θεου ο εις τον κοσμον ερχομενος 28και τουτο ειπουσα απηλθεν και εφωνησεν μαριαμ την αδελφην αυτης λαθρα ειπουσα ο διδασκαλος παρεστιν και φωνει σε 29εκεινη δε ως ηκουσεν ηγερθη ταχυ και ηρχετο προς αυτον 30ουπω δε εληλυθει ο ιησους εις την κωμην αλλ ην ετι εν τω τοπω οπου υπηντησεν αυτω η μαρθα 31οι ουν ιουδαιοι οι οντες μετ αυτης εν τη οικια και παραμυθουμενοι αυτην ιδοντες την μαριαμ οτι ταχεως ανεστη και εξηλθεν ηκολουθησαν αυτη δοξαντες οτι υπαγει εις το μνημειον ινα κλαυση εκει 32η ουν μαριαμ ως ηλθεν οπου ην ιησους ιδουσα αυτον επεσεν αυτου προς τους ποδας λεγουσα αυτω κυριε ει ης ωδε ουκ αν μου απεθανεν ο αδελφος 33ιησους ουν ως ειδεν αυτην κλαιουσαν και τους συνελθοντας αυτη ιουδαιους κλαιοντας ενεβριμησατο τω πνευματι και εταραξεν εαυτον 34και ειπεν που τεθεικατε αυτον λεγουσιν αυτω κυριε ερχου και ιδε 35εδακρυσεν ο ιησους 36ελεγον ουν οι ιουδαιοι ιδε πως εφιλει αυτον 37τινες δε εξ αυτων ειπαν ουκ εδυνατο ουτος ο ανοιξας τους οφθαλμους του τυφλου ποιησαι ινα και ουτος μη αποθανη 38ιησους ουν παλιν εμβριμωμενος εν εαυτω ερχεται εις το μνημειον ην δε σπηλαιον και λιθος επεκειτο επ αυτω 39λεγει ο ιησους αρατε τον λιθον λεγει αυτω η αδελφη του τετελευτηκοτος μαρθα κυριε ηδη οζει τεταρταιος γαρ εστιν 40λεγει αυτη ο ιησους ουκ ειπον σοι οτι εαν πιστευσης οψη την δοξαν του θεου 41ηραν ουν τον λιθον ο δε ιησους ηρεν τους οφθαλμους ανω και ειπεν πατερ ευχαριστω σοι οτι ηκουσας μου 42εγω δε ηδειν οτι παντοτε μου ακουεις αλλα δια τον οχλον τον περιεστωτα ειπον ινα πιστευσωσιν οτι συ με απεστειλας 43και ταυτα ειπων φωνη μεγαλη εκραυγασεν λαζαρε δευρο εξω 44εξηλθεν ο τεθνηκως δεδεμενος τους ποδας και τας χειρας κειριαις και η οψις αυτου σουδαριω περιεδεδετο λεγει [ο] ιησους αυτοις λυσατε αυτον και αφετε αυτον υπαγειν 45πολλοι ουν εκ των ιουδαιων οι ελθοντες προς την μαριαμ και θεασαμενοι ο εποιησεν επιστευσαν εις αυτον 46τινες δε εξ αυτων απηλθον προς τους φαρισαιους και ειπαν αυτοις α εποιησεν ιησους 47συνηγαγον ουν οι αρχιερεις και οι φαρισαιοι συνεδριον και ελεγον τι ποιουμεν οτι ουτος ο ανθρωπος πολλα ποιει σημεια 48εαν αφωμεν αυτον ουτως παντες πιστευσουσιν εις αυτον και ελευσονται οι ρωμαιοι και αρουσιν ημων και τον τοπον και το εθνος 49εις δε τις εξ αυτων καιαφας αρχιερευς ων του ενιαυτου εκεινου ειπεν αυτοις υμεις ουκ οιδατε ουδεν 50ουδε λογιζεσθε οτι συμφερει υμιν ινα εις ανθρωπος αποθανη υπερ του λαου και μη ολον το εθνος αποληται 51τουτο δε αφ εαυτου ουκ ειπεν αλλα αρχιερευς ων του ενιαυτου εκεινου επροφητευσεν οτι εμελλεν ιησους αποθνησκειν υπερ του εθνους 52και ουχ υπερ του εθνους μονον αλλ ινα και τα τεκνα του θεου τα διεσκορπισμενα συναγαγη εις εν 53απ εκεινης ουν της ημερας εβουλευσαντο ινα αποκτεινωσιν αυτον 54ο ουν ιησους ουκετι παρρησια περιεπατει εν τοις ιουδαιοις αλλα απηλθεν εκειθεν εις την χωραν εγγυς της ερημου εις εφραιμ λεγομενην πολιν κακει εμεινεν μετα των μαθητων 55ην δε εγγυς το πασχα των ιουδαιων και ανεβησαν πολλοι εις ιεροσολυμα εκ της χωρας προ του πασχα ινα αγνισωσιν εαυτους 56εζητουν ουν τον ιησουν και ελεγον μετ αλληλων εν τω ιερω εστηκοτες τι δοκει υμιν οτι ου μη ελθη εις την εορτην 57δεδωκεισαν δε οι αρχιερεις και οι φαρισαιοι εντολας ινα εαν τις γνω που εστιν μηνυση οπως πιασωσιν αυτον

« Prev John 11 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |