« Prev Hebrews 13 Next »

Chapter 13

1η φιλαδελφια μενετω 2της φιλοξενιας μη επιλανθανεσθε δια ταυτης γαρ ελαθον τινες ξενισαντες αγγελους 3μιμνησκεσθε των δεσμιων ως συνδεδεμενοι των κακουχουμενων ως και αυτοι οντες εν σωματι 4τιμιος ο γαμος εν πασιν και η κοιτη αμιαντος πορνους γαρ και μοιχους κρινει ο θεος 5αφιλαργυρος ο τροπος αρκουμενοι τοις παρουσιν αυτος γαρ ειρηκεν ου μη σε ανω ουδ ου μη σε εγκαταλιπω 6ωστε θαρρουντας ημας λεγειν κυριος εμοι βοηθος ου φοβηθησομαι τι ποιησει μοι ανθρωπος 7μνημονευετε των ηγουμενων υμων οιτινες ελαλησαν υμιν τον λογον του θεου ων αναθεωρουντες την εκβασιν της αναστροφης μιμεισθε την πιστιν 8ιησους χριστος εχθες και σημερον ο αυτος και εις τους αιωνας 9διδαχαις ποικιλαις και ξεναις μη παραφερεσθε καλον γαρ χαριτι βεβαιουσθαι την καρδιαν ου βρωμασιν εν οις ουκ ωφεληθησαν οι περιπατουντες 10εχομεν θυσιαστηριον εξ ου φαγειν ουκ εχουσιν [εξουσιαν] οι τη σκηνη λατρευοντες 11ων γαρ εισφερεται ζωων το αιμα περι αμαρτιας εις τα αγια δια του αρχιερεως τουτων τα σωματα κατακαιεται εξω της παρεμβολης 12διο και ιησους ινα αγιαση δια του ιδιου αιματος τον λαον εξω της πυλης επαθεν 13τοινυν εξερχωμεθα προς αυτον εξω της παρεμβολης τον ονειδισμον αυτου φεροντες 14ου γαρ εχομεν ωδε μενουσαν πολιν αλλα την μελλουσαν επιζητουμεν 15δι αυτου αναφερωμεν θυσιαν αινεσεως δια παντος τω θεω τουτ εστιν καρπον χειλεων ομολογουντων τω ονοματι αυτου 16της δε ευποιιας και κοινωνιας μη επιλανθανεσθε τοιαυταις γαρ θυσιαις ευαρεστειται ο θεος 17πειθεσθε τοις ηγουμενοις υμων και υπεικετε αυτοι γαρ αγρυπνουσιν υπερ των ψυχων υμων ως λογον αποδωσοντες ινα μετα χαρας τουτο ποιωσιν και μη στεναζοντες αλυσιτελες γαρ υμιν τουτο 18προσευχεσθε περι ημων πειθομεθα γαρ οτι καλην συνειδησιν εχομεν εν πασιν καλως θελοντες αναστρεφεσθαι 19περισσοτερως δε παρακαλω τουτο ποιησαι ινα ταχιον αποκατασταθω υμιν 20ο δε θεος της ειρηνης ο αναγαγων εκ νεκρων τον ποιμενα των προβατων τον μεγαν εν αιματι διαθηκης αιωνιου τον κυριον ημων ιησουν 21καταρτισαι υμας εν παντι αγαθω εις το ποιησαι το θελημα αυτου ποιων εν ημιν το ευαρεστον ενωπιον αυτου δια ιησου χριστου ω η δοξα εις τους αιωνας των αιωνων αμην 22παρακαλω δε υμας αδελφοι ανεχεσθε του λογου της παρακλησεως και γαρ δια βραχεων επεστειλα υμιν 23γινωσκετε τον αδελφον ημων τιμοθεον απολελυμενον μεθ ου εαν ταχιον ερχηται οψομαι υμας 24ασπασασθε παντας τους ηγουμενους υμων και παντας τους αγιους ασπαζονται υμας οι απο της ιταλιας 25η χαρις μετα παντων υμων

« Prev Hebrews 13 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |