« Prev Galatians 4 Next »

Chapter 4

1λεγω δε εφ οσον χρονον ο κληρονομος νηπιος εστιν ουδεν διαφερει δουλου κυριος παντων ων 2αλλα υπο επιτροπους εστιν και οικονομους αχρι της προθεσμιας του πατρος 3ουτως και ημεις οτε ημεν νηπιοι υπο τα στοιχεια του κοσμου ημεθα δεδουλωμενοι 4οτε δε ηλθεν το πληρωμα του χρονου εξαπεστειλεν ο θεος τον υιον αυτου γενομενον εκ γυναικος γενομενον υπο νομον 5ινα τους υπο νομον εξαγοραση ινα την υιοθεσιαν απολαβωμεν 6οτι δε εστε υιοι εξαπεστειλεν ο θεος το πνευμα του υιου αυτου εις τας καρδιας ημων κραζον αββα ο πατηρ 7ωστε ουκετι ει δουλος αλλα υιος ει δε υιος και κληρονομος δια θεου 8αλλα τοτε μεν ουκ ειδοτες θεον εδουλευσατε τοις φυσει μη ουσιν θεοις 9νυν δε γνοντες θεον μαλλον δε γνωσθεντες υπο θεου πως επιστρεφετε παλιν επι τα ασθενη και πτωχα στοιχεια οις παλιν ανωθεν δουλευσαι θελετε 10ημερας παρατηρεισθε και μηνας και καιρους και ενιαυτους 11φοβουμαι υμας μη πως εικη κεκοπιακα εις υμας 12γινεσθε ως εγω οτι καγω ως υμεις αδελφοι δεομαι υμων ουδεν με ηδικησατε 13οιδατε δε οτι δι ασθενειαν της σαρκος ευηγγελισαμην υμιν το προτερον 14και τον πειρασμον υμων εν τη σαρκι μου ουκ εξουθενησατε ουδε εξεπτυσατε αλλα ως αγγελον θεου εδεξασθε με ως χριστον ιησουν 15που ουν ο μακαρισμος υμων μαρτυρω γαρ υμιν οτι ει δυνατον τους οφθαλμους υμων εξορυξαντες εδωκατε μοι 16ωστε εχθρος υμων γεγονα αληθευων υμιν 17ζηλουσιν υμας ου καλως αλλα εκκλεισαι υμας θελουσιν ινα αυτους ζηλουτε 18καλον δε ζηλουσθαι εν καλω παντοτε και μη μονον εν τω παρειναι με προς υμας 19τεκνια μου ους παλιν ωδινω μεχρις ου μορφωθη χριστος εν υμιν 20ηθελον δε παρειναι προς υμας αρτι και αλλαξαι την φωνην μου οτι απορουμαι εν υμιν 21λεγετε μοι οι υπο νομον θελοντες ειναι τον νομον ουκ ακουετε 22γεγραπται γαρ οτι αβρααμ δυο υιους εσχεν ενα εκ της παιδισκης και ενα εκ της ελευθερας 23αλλ ο [μεν] εκ της παιδισκης κατα σαρκα γεγεννηται ο δε εκ της ελευθερας δι επαγγελιας 24ατινα εστιν αλληγορουμενα αυται γαρ εισιν δυο διαθηκαι μια μεν απο ορους σινα εις δουλειαν γεννωσα ητις εστιν αγαρ 25το δε αγαρ σινα ορος εστιν εν τη αραβια συστοιχει δε τη νυν ιερουσαλημ δουλευει γαρ μετα των τεκνων αυτης 26η δε ανω ιερουσαλημ ελευθερα εστιν ητις εστιν μητηρ ημων 27γεγραπται γαρ ευφρανθητι στειρα η ου τικτουσα ρηξον και βοησον η ουκ ωδινουσα οτι πολλα τα τεκνα της ερημου μαλλον η της εχουσης τον ανδρα 28ημεις δε αδελφοι κατα ισαακ επαγγελιας τεκνα εσμεν 29αλλ ωσπερ τοτε ο κατα σαρκα γεννηθεις εδιωκεν τον κατα πνευμα ουτως και νυν 30αλλα τι λεγει η γραφη εκβαλε την παιδισκην και τον υιον αυτης ου γαρ μη κληρονομησει ο υιος της παιδισκης μετα του υιου της ελευθερας 31διο αδελφοι ουκ εσμεν παιδισκης τεκνα αλλα της ελευθερας

« Prev Galatians 4 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |