« Prev Ephesians 5 Next »

Chapter 5

1γινεσθε ουν μιμηται του θεου ως τεκνα αγαπητα 2και περιπατειτε εν αγαπη καθως και ο χριστος ηγαπησεν υμας και παρεδωκεν εαυτον υπερ υμων προσφοραν και θυσιαν τω θεω εις οσμην ευωδιας 3πορνεια δε και ακαθαρσια πασα η πλεονεξια μηδε ονομαζεσθω εν υμιν καθως πρεπει αγιοις 4και αισχροτης και μωρολογια η ευτραπελια α ουκ ανηκεν αλλα μαλλον ευχαριστια 5τουτο γαρ ιστε γινωσκοντες οτι πας πορνος η ακαθαρτος η πλεονεκτης ο εστιν ειδωλολατρης ουκ εχει κληρονομιαν εν τη βασιλεια του χριστου και θεου 6μηδεις υμας απατατω κενοις λογοις δια ταυτα γαρ ερχεται η οργη του θεου επι τους υιους της απειθειας 7μη ουν γινεσθε συμμετοχοι αυτων 8ητε γαρ ποτε σκοτος νυν δε φως εν κυριω ως τεκνα φωτος περιπατειτε 9ο γαρ καρπος του φωτος εν παση αγαθωσυνη και δικαιοσυνη και αληθεια 10δοκιμαζοντες τι εστιν ευαρεστον τω κυριω 11και μη συγκοινωνειτε τοις εργοις τοις ακαρποις του σκοτους μαλλον δε και ελεγχετε 12τα γαρ κρυφη γινομενα υπ αυτων αισχρον εστιν και λεγειν 13τα δε παντα ελεγχομενα υπο του φωτος φανερουται παν γαρ το φανερουμενον φως εστιν 14διο λεγει εγειρε ο καθευδων και αναστα εκ των νεκρων και επιφαυσει σοι ο χριστος 15βλεπετε ουν ακριβως πως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι 16εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν 17δια τουτο μη γινεσθε αφρονες αλλα συνιετε τι το θελημα του κυριου 18και μη μεθυσκεσθε οινω εν ω εστιν ασωτια αλλα πληρουσθε εν πνευματι 19λαλουντες εαυτοις ψαλμοις και υμνοις και ωδαις πνευματικαις αδοντες και ψαλλοντες τη καρδια υμων τω κυριω 20ευχαριστουντες παντοτε υπερ παντων εν ονοματι του κυριου ημων ιησου χριστου τω θεω και πατρι 21υποτασσομενοι αλληλοις εν φοβω χριστου 22αι γυναικες τοις ιδιοις ανδρασιν ως τω κυριω 23οτι ανηρ εστιν κεφαλη της γυναικος ως και ο χριστος κεφαλη της εκκλησιας αυτος σωτηρ του σωματος 24αλλα ως η εκκλησια υποτασσεται τω χριστω ουτως και αι γυναικες τοις ανδρασιν εν παντι 25οι ανδρες αγαπατε τας γυναικας καθως και ο χριστος ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτης 26ινα αυτην αγιαση καθαρισας τω λουτρω του υδατος εν ρηματι 27ινα παραστηση αυτος εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμος 28ουτως οφειλουσιν [και] οι ανδρες αγαπαν τας εαυτων γυναικας ως τα εαυτων σωματα ο αγαπων την εαυτου γυναικα εαυτον αγαπα 29ουδεις γαρ ποτε την εαυτου σαρκα εμισησεν αλλα εκτρεφει και θαλπει αυτην καθως και ο χριστος την εκκλησιαν 30οτι μελη εσμεν του σωματος αυτου 31αντι τουτου καταλειψει ανθρωπος [τον] πατερα και [την] μητερα και προσκολληθησεται προς την γυναικα αυτου και εσονται οι δυο εις σαρκα μιαν 32το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εις χριστον και [εις] την εκκλησιαν 33πλην και υμεις οι καθ ενα εκαστος την εαυτου γυναικα ουτως αγαπατω ως εαυτον η δε γυνη ινα φοβηται τον ανδρα

« Prev Ephesians 5 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |