« Prev Acts 28 Next »

Chapter 28

1και διασωθεντες τοτε επεγνωμεν οτι μελιτηνη η νησος καλειται 2οι τε βαρβαροι παρειχον ου την τυχουσαν φιλανθρωπιαν ημιν αψαντες γαρ πυραν προσελαβοντο παντας ημας δια τον υετον τον εφεστωτα και δια το ψυχος 3συστρεψαντος δε του παυλου φρυγανων τι πληθος και επιθεντος επι την πυραν εχιδνα απο της θερμης εξελθουσα καθηψεν της χειρος αυτου 4ως δε ειδον οι βαρβαροι κρεμαμενον το θηριον εκ της χειρος αυτου προς αλληλους ελεγον παντως φονευς εστιν ο ανθρωπος ουτος ον διασωθεντα εκ της θαλασσης η δικη ζην ουκ ειασεν 5ο μεν ουν αποτιναξας το θηριον εις το πυρ επαθεν ουδεν κακον 6οι δε προσεδοκων αυτον μελλειν πιμπρασθαι η καταπιπτειν αφνω νεκρον επι πολυ δε αυτων προσδοκωντων και θεωρουντων μηδεν ατοπον εις αυτον γινομενον μεταβαλομενοι ελεγον αυτον ειναι θεον 7εν δε τοις περι τον τοπον εκεινον υπηρχεν χωρια τω πρωτω της νησου ονοματι ποπλιω ος αναδεξαμενος ημας ημερας τρεις φιλοφρονως εξενισεν 8εγενετο δε τον πατερα του ποπλιου πυρετοις και δυσεντεριω συνεχομενον κατακεισθαι προς ον ο παυλος εισελθων και προσευξαμενος επιθεις τας χειρας αυτω ιασατο αυτον 9τουτου δε γενομενου [και] οι λοιποι οι εν τη νησω εχοντες ασθενειας προσηρχοντο και εθεραπευοντο 10οι και πολλαις τιμαις ετιμησαν ημας και αναγομενοις επεθεντο τα προς τας χρειας 11μετα δε τρεις μηνας ανηχθημεν εν πλοιω παρακεχειμακοτι εν τη νησω αλεξανδρινω παρασημω διοσκουροις 12και καταχθεντες εις συρακουσας επεμειναμεν ημερας τρεις 13οθεν περιελοντες κατηντησαμεν εις ρηγιον και μετα μιαν ημεραν επιγενομενου νοτου δευτεραιοι ηλθομεν εις ποτιολους 14ου ευροντες αδελφους παρεκληθημεν παρ αυτοις επιμειναι ημερας επτα και ουτως εις την ρωμην ηλθαμεν 15κακειθεν οι αδελφοι ακουσαντες τα περι ημων ηλθαν εις απαντησιν ημιν αχρις αππιου φορου και τριων ταβερνων ους ιδων ο παυλος ευχαριστησας τω θεω ελαβεν θαρσος 16οτε δε εισηλθομεν εις ρωμην επετραπη τω παυλω μενειν καθ εαυτον συν τω φυλασσοντι αυτον στρατιωτη 17εγενετο δε μετα ημερας τρεις συγκαλεσασθαι αυτον τους οντας των ιουδαιων πρωτους συνελθοντων δε αυτων ελεγεν προς αυτους εγω ανδρες αδελφοι ουδεν εναντιον ποιησας τω λαω η τοις εθεσιν τοις πατρωοις δεσμιος εξ ιεροσολυμων παρεδοθην εις τας χειρας των ρωμαιων 18οιτινες ανακριναντες με εβουλοντο απολυσαι δια το μηδεμιαν αιτιαν θανατου υπαρχειν εν εμοι 19αντιλεγοντων δε των ιουδαιων ηναγκασθην επικαλεσασθαι καισαρα ουχ ως του εθνους μου εχων τι κατηγορειν 20δια ταυτην ουν την αιτιαν παρεκαλεσα υμας ιδειν και προσλαλησαι ενεκεν γαρ της ελπιδος του ισραηλ την αλυσιν ταυτην περικειμαι 21οι δε προς αυτον ειπαν ημεις ουτε γραμματα περι σου εδεξαμεθα απο της ιουδαιας ουτε παραγενομενος τις των αδελφων απηγγειλεν η ελαλησεν τι περι σου πονηρον 22αξιουμεν δε παρα σου ακουσαι α φρονεις περι μεν γαρ της αιρεσεως ταυτης γνωστον ημιν εστιν οτι πανταχου αντιλεγεται 23ταξαμενοι δε αυτω ημεραν ηλθον προς αυτον εις την ξενιαν πλειονες οις εξετιθετο διαμαρτυρομενος την βασιλειαν του θεου πειθων τε αυτους περι του ιησου απο τε του νομου μωυσεως και των προφητων απο πρωι εως εσπερας 24και οι μεν επειθοντο τοις λεγομενοις οι δε ηπιστουν 25ασυμφωνοι δε οντες προς αλληλους απελυοντο ειποντος του παυλου ρημα εν οτι καλως το πνευμα το αγιον ελαλησεν δια ησαιου του προφητου προς τους πατερας υμων 26λεγων πορευθητι προς τον λαον τουτον και ειπον ακοη ακουσετε και ου μη συνητε και βλεποντες βλεψετε και ου μη ιδητε 27επαχυνθη γαρ η καρδια του λαου τουτου και τοις ωσιν βαρεως ηκουσαν και τους οφθαλμους αυτων εκαμμυσαν μηποτε ιδωσιν τοις οφθαλμοις και τοις ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν και ιασομαι αυτους 28γνωστον ουν υμιν εστω οτι τοις εθνεσιν απεσταλη τουτο το σωτηριον του θεου αυτοι και ακουσονται 29 30ενεμεινεν δε διετιαν ολην εν ιδιω μισθωματι και απεδεχετο παντας τους εισπορευομενους προς αυτον 31κηρυσσων την βασιλειαν του θεου και διδασκων τα περι του κυριου ιησου χριστου μετα πασης παρρησιας ακωλυτως

« Prev Acts 28 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |