« Prev Acts 14 Next »

Chapter 14

1εγενετο δε εν ικονιω κατα το αυτο εισελθειν αυτους εις την συναγωγην των ιουδαιων και λαλησαι ουτως ωστε πιστευσαι ιουδαιων τε και ελληνων πολυ πληθος 2οι δε απειθησαντες ιουδαιοι επηγειραν και εκακωσαν τας ψυχας των εθνων κατα των αδελφων 3ικανον μεν ουν χρονον διετριψαν παρρησιαζομενοι επι τω κυριω τω μαρτυρουντι τω λογω της χαριτος αυτου διδοντι σημεια και τερατα γινεσθαι δια των χειρων αυτων 4εσχισθη δε το πληθος της πολεως και οι μεν ησαν συν τοις ιουδαιοις οι δε συν τοις αποστολοις 5ως δε εγενετο ορμη των εθνων τε και ιουδαιων συν τοις αρχουσιν αυτων υβρισαι και λιθοβολησαι αυτους 6συνιδοντες κατεφυγον εις τας πολεις της λυκαονιας λυστραν και δερβην και την περιχωρον 7κακει ευαγγελιζομενοι ησαν 8και τις ανηρ αδυνατος εν λυστροις τοις ποσιν εκαθητο χωλος εκ κοιλιας μητρος αυτου ος ουδεποτε περιεπατησεν 9ουτος ηκουεν του παυλου λαλουντος ος ατενισας αυτω και ιδων οτι εχει πιστιν του σωθηναι 10ειπεν μεγαλη φωνη αναστηθι επι τους ποδας σου ορθος και ηλατο και περιεπατει 11οι τε οχλοι ιδοντες ο εποιησεν παυλος επηραν την φωνην αυτων λυκαονιστι λεγοντες οι θεοι ομοιωθεντες ανθρωποις κατεβησαν προς ημας 12εκαλουν τε τον βαρναβαν δια τον δε παυλον ερμην επειδη αυτος ην ο ηγουμενος του λογου 13ο τε ιερευς του διος του οντος προ της πολεως ταυρους και στεμματα επι τους πυλωνας ενεγκας συν τοις οχλοις ηθελεν θυειν 14ακουσαντες δε οι αποστολοι βαρναβας και παυλος διαρρηξαντες τα ιματια εαυτων εξεπηδησαν εις τον οχλον κραζοντες 15και λεγοντες ανδρες τι ταυτα ποιειτε και ημεις ομοιοπαθεις εσμεν υμιν ανθρωποι ευαγγελιζομενοι υμας απο τουτων των ματαιων επιστρεφειν επι θεον ζωντα ος εποιησεν τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις 16ος εν ταις παρωχημεναις γενεαις ειασεν παντα τα εθνη πορευεσθαι ταις οδοις αυτων 17καιτοι ουκ αμαρτυρον αυτον αφηκεν αγαθουργων ουρανοθεν υμιν υετους διδους και καιρους καρποφορους εμπιπλων τροφης και ευφροσυνης τας καρδιας υμων 18και ταυτα λεγοντες μολις κατεπαυσαν τους οχλους του μη θυειν αυτοις 19επηλθαν δε απο αντιοχειας και ικονιου ιουδαιοι και πεισαντες τους οχλους και λιθασαντες τον παυλον εσυρον εξω της πολεως νομιζοντες αυτον τεθνηκεναι 20κυκλωσαντων δε των μαθητων αυτον αναστας εισηλθεν εις την πολιν και τη επαυριον εξηλθεν συν τω βαρναβα εις δερβην 21ευαγγελισαμενοι τε την πολιν εκεινην και μαθητευσαντες ικανους υπεστρεψαν εις την λυστραν και εις ικονιον και [εις] αντιοχειαν 22επιστηριζοντες τας ψυχας των μαθητων παρακαλουντες εμμενειν τη πιστει και οτι δια πολλων θλιψεων δει ημας εισελθειν εις την βασιλειαν του θεου 23χειροτονησαντες δε αυτοις κατ εκκλησιαν πρεσβυτερους προσευξαμενοι μετα νηστειων παρεθεντο αυτους τω κυριω εις ον πεπιστευκεισαν 24και διελθοντες την πισιδιαν ηλθον εις την παμφυλιαν 25και λαλησαντες εν περγη τον λογον κατεβησαν εις ατταλειαν 26κακειθεν απεπλευσαν εις αντιοχειαν οθεν ησαν παραδεδομενοι τη χαριτι του θεου εις το εργον ο επληρωσαν 27παραγενομενοι δε και συναγαγοντες την εκκλησιαν ανηγγελλον οσα εποιησεν ο θεος μετ αυτων και οτι ηνοιξεν τοις εθνεσιν θυραν πιστεως 28διετριβον δε χρονον ουκ ολιγον συν τοις μαθηταις

« Prev Acts 14 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |