« Prev 2 Peter 3 Next »

Chapter 3

1ταυτην ηδη αγαπητοι δευτεραν υμιν γραφω επιστολην εν αις διεγειρω υμων εν υπομνησει την ειλικρινη διανοιαν 2μνησθηναι των προειρημενων ρηματων υπο των αγιων προφητων και της των αποστολων ημων εντολης του κυριου και σωτηρος 3τουτο πρωτον γινωσκοντες οτι ελευσονται επ εσχατου των ημερων εμπαικται κατα τας ιδιας αυτων επιθυμιας πορευομενοι 4και λεγοντες που εστιν η επαγγελια της παρουσιας αυτου αφ ης γαρ οι πατερες εκοιμηθησαν παντα ουτως διαμενει απ αρχης κτισεως 5λανθανει γαρ αυτους τουτο θελοντας οτι ουρανοι ησαν εκπαλαι και γη εξ υδατος και δι υδατος συνεστωσα τω του θεου λογω 6δι ων ο τοτε κοσμος υδατι κατακλυσθεις απωλετο 7οι δε νυν ουρανοι και η γη τω αυτω λογω τεθησαυρισμενοι εισιν πυρι τηρουμενοι εις ημεραν κρισεως και απωλειας των ασεβων ανθρωπων 8εν δε τουτο μη λανθανετω υμας αγαπητοι οτι μια ημερα παρα κυριω ως χιλια ετη και χιλια ετη ως ημερα μια 9ου βραδυνει ο κυριος της επαγγελιας ως τινες βραδυτητα ηγουνται αλλα μακροθυμει εις ημας μη βουλομενος τινας απολεσθαι αλλα παντας εις μετανοιαν χωρησαι 10ηξει δε η ημερα κυριου ως κλεπτης εν νυκτι εν η οι ουρανοι ροιζηδον παρελευσονται στοιχεια δε καυσουμενα λυθησονται και γη και τα εν αυτη εργα κατακαησεται 11τουτων ουν παντων λυομενων ποταπους δει υπαρχειν υμας εν αγιαις αναστροφαις και ευσεβειαις 12προσδοκωντας και σπευδοντας την παρουσιαν της του θεου ημερας δι ην ουρανοι πυρουμενοι λυθησονται και στοιχεια καυσουμενα τηκεται 13καινους δε ουρανους και γην καινην κατα το επαγγελμα αυτου προσδοκωμεν εν οις δικαιοσυνη κατοικει 14διο αγαπητοι ταυτα προσδοκωντες σπουδασατε ασπιλοι και αμωμητοι αυτω ευρεθηναι εν ειρηνη 15και την του κυριου ημων μακροθυμιαν σωτηριαν ηγεισθε καθως και ο αγαπητος ημων αδελφος παυλος κατα την αυτω δοθεισαν σοφιαν εγραψεν υμιν 16ως και εν πασαις ταις επιστολαις λαλων εν αυταις περι τουτων εν οις εστιν δυσνοητα τινα α οι αμαθεις και αστηρικτοι στρεβλουσιν ως και τας λοιπας γραφας προς την ιδιαν αυτων απωλειαν 17υμεις ουν αγαπητοι προγινωσκοντες φυλασσεσθε ινα μη τη των αθεσμων πλανη συναπαχθεντες εκπεσητε του ιδιου στηριγμου 18αυξανετε δε εν χαριτι και γνωσει του κυριου ημων και σωτηρος ιησου χριστου αυτω η δοξα και νυν και εις ημεραν αιωνος αμην

« Prev 2 Peter 3 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |