« Prev 1 Corinthians 16 Next »

Chapter 16

1περι δε της λογιας της εις τους αγιους ωσπερ διεταξα ταις εκκλησιαις της γαλατιας ουτως και υμεις ποιησατε 2κατα μιαν σαββατων εκαστος υμων παρ εαυτω τιθετω θησαυριζων ο τι αν ευοδωται ινα μη οταν ελθω τοτε λογιαι γινωνται 3οταν δε παραγενωμαι ους εαν δοκιμασητε δι επιστολων τουτους πεμψω απενεγκειν την χαριν υμων εις ιερουσαλημ 4εαν δε η αξιον του καμε πορευεσθαι συν εμοι πορευσονται 5ελευσομαι δε προς υμας οταν μακεδονιαν διελθω μακεδονιαν γαρ διερχομαι 6προς υμας δε τυχον παραμενω η και παραχειμασω ινα υμεις με προπεμψητε ου εαν πορευωμαι 7ου θελω γαρ υμας αρτι εν παροδω ιδειν ελπιζω δε χρονον τινα επιμειναι προς υμας εαν ο κυριος επιτρεπη 8επιμενω δε εν εφεσω εως της πεντηκοστης 9θυρα γαρ μοι ανεωγεν μεγαλη και ενεργης και αντικειμενοι πολλοι 10εαν δε ελθη τιμοθεος βλεπετε ινα αφοβως γενηται προς υμας το γαρ εργον κυριου εργαζεται ως και εγω 11μη τις ουν αυτον εξουθενηση προπεμψατε δε αυτον εν ειρηνη ινα ελθη προς με εκδεχομαι γαρ αυτον μετα των αδελφων 12περι δε απολλω του αδελφου πολλα παρεκαλεσα αυτον ινα ελθη προς υμας μετα των αδελφων και παντως ουκ ην θελημα ινα νυν ελθη ελευσεται δε οταν ευκαιρηση 13γρηγορειτε στηκετε εν τη πιστει ανδριζεσθε κραταιουσθε 14παντα υμων εν αγαπη γινεσθω 15παρακαλω δε υμας αδελφοι οιδατε την οικιαν στεφανα οτι εστιν απαρχη της αχαιας και εις διακονιαν τοις αγιοις εταξαν εαυτους 16ινα και υμεις υποτασσησθε τοις τοιουτοις και παντι τω συνεργουντι και κοπιωντι 17χαιρω δε επι τη παρουσια στεφανα και φουρτουνατου και αχαικου οτι το υμων υστερημα ουτοι ανεπληρωσαν 18ανεπαυσαν γαρ το εμον πνευμα και το υμων επιγινωσκετε ουν τους τοιουτους 19ασπαζονται υμας αι εκκλησιαι της ασιας ασπαζονται υμας εν κυριω πολλα ακυλας και πρισκιλλα συν τη κατ οικον αυτων εκκλησια 20ασπαζονται υμας οι αδελφοι παντες ασπασασθε αλληλους εν φιληματι αγιω 21ο ασπασμος τη εμη χειρι παυλου 22ει τις ου φιλει τον κυριον ιησουν χριστον ητω αναθεμα μαραν αθα 23η χαρις του κυριου ιησου χριστου μεθ υμων 24η αγαπη μου μετα παντων υμων εν χριστω ιησου αμην

« Prev 1 Corinthians 16 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |