« Prev Revelation 6 Next »

Chapter 6

1και ειδον οτε ηνοιξεν το αρνιον μιαν εκ των σφραγιδων και ηκουσα ενος εκ των τεσσαρων ζωων λεγοντος ως φωνης βροντης ερχου και βλεπε 2και ειδον και ιδου ιππος λευκος και ο καθημενος επ αυτω εχων τοξον και εδοθη αυτω στεφανος και εξηλθεν νικων και ινα νικηση 3και οτε ηνοιξεν την δευτεραν σφραγιδα ηκουσα του δευτερου ζωου λεγοντος ερχου και βλεπε 4και εξηλθεν αλλος ιππος πυρρος και τω καθημενω επ αυτω εδοθη αυτω λαβειν την ειρηνην απο της γης και ινα αλληλους σφαξωσιν και εδοθη αυτω μαχαιρα μεγαλη 5και οτε ηνοιξεν την τριτην σφραγιδα ηκουσα του τριτου ζωου λεγοντος ερχου και βλεπε και ειδον και ιδου ιππος μελας και ο καθημενος επ αυτω εχων ζυγον εν τη χειρι αυτου 6και ηκουσα φωνην εν μεσω των τεσσαρων ζωων λεγουσαν χοινιξ σιτου δηναριου και τρεις χοινικες κριθης δηναριου και το ελαιον και τον οινον μη αδικησης 7και οτε ηνοιξεν την σφραγιδα την τεταρτην ηκουσα φωνην του τεταρτου ζωου λεγουσαν ερχου και βλεπε 8και ειδον και ιδου ιππος χλωρος και ο καθημενος επανω αυτου ονομα αυτω ο θανατος και ο αδης ακολουθει μετ αυτου και εδοθη αυτοις εξουσια αποκτειναι επι το τεταρτον της γης εν ρομφαια και εν λιμω και εν θανατω και υπο των θηριων της γης 9και οτε ηνοιξεν την πεμπτην σφραγιδα ειδον υποκατω του θυσιαστηριου τας ψυχας των εσφαγμενων δια τον λογον του θεου και δια την μαρτυριαν ην ειχον 10και εκραζον φωνη μεγαλη λεγοντες εως ποτε ο δεσποτης ο αγιος και ο αληθινος ου κρινεις και εκδικεις το αιμα ημων απο των κατοικουντων επι της γης 11και εδοθησαν εκαστοις στολαι λευκαι και ερρεθη αυτοις ινα αναπαυσωνται ετι χρονον μικρον εως ου πληρωσονται και οι συνδουλοι αυτων και οι αδελφοι αυτων οι μελλοντες αποκτεινεσθαι ως και αυτοι 12και ειδον οτε ηνοιξεν την σφραγιδα την εκτην και ιδου σεισμος μεγας εγενετο και ο ηλιος εγενετο μελας ως σακκος τριχινος και η σεληνη εγενετο ως αιμα 13και οι αστερες του ουρανου επεσαν εις την γην ως συκη βαλλει τους ολυνθους αυτης υπο μεγαλου ανεμου σειομενη 14και ουρανος απεχωρισθη ως βιβλιον ειλισσομενον και παν ορος και νησος εκ των τοπων αυτων εκινηθησαν 15και οι βασιλεις της γης και οι μεγιστανες και οι πλουσιοι και οι χιλιαρχοι και οι δυνατοι και πας δουλος και πας ελευθερος εκρυψαν εαυτους εις τα σπηλαια και εις τας πετρας των ορεων 16και λεγουσιν τοις ορεσιν και ταις πετραις πεσετε εφ ημας και κρυψατε ημας απο προσωπου του καθημενου επι του θρονου και απο της οργης του αρνιου 17οτι ηλθεν η ημερα η μεγαλη της οργης αυτου και τις δυναται σταθηναι

« Prev Revelation 6 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |