« Prev Revelation 20 Next »

Chapter 20

1και ειδον αγγελον καταβαινοντα εκ του ουρανου εχοντα την κλειδα της αβυσσου και αλυσιν μεγαλην επι την χειρα αυτου 2και εκρατησεν τον δρακοντα τον οφιν τον αρχαιον ος εστιν διαβολος και σατανας και εδησεν αυτον χιλια ετη 3και εβαλεν αυτον εις την αβυσσον και εκλεισεν αυτον και εσφραγισεν επανω αυτου ινα μη πλανηση τα εθνη ετι αχρι τελεσθη τα χιλια ετη και μετα ταυτα δει αυτον λυθηναι μικρον χρονον 4και ειδον θρονους και εκαθισαν επ αυτους και κριμα εδοθη αυτοις και τας ψυχας των πεπελεκισμενων δια την μαρτυριαν ιησου και δια τον λογον του θεου και οιτινες ου προσεκυνησαν τω θηριω ουτε την εικονα αυτου και ουκ ελαβον το χαραγμα επι το μετωπον αυτων και επι την χειρα αυτων και εζησαν και εβασιλευσαν μετα χριστου χιλια ετη 5οι δε λοιποι των νεκρων ουκ ανεζησαν εως τελεσθη τα χιλια ετη αυτη η αναστασις η πρωτη 6μακαριος και αγιος ο εχων μερος εν τη αναστασει τη πρωτη επι τουτων ο θανατος ο δευτερος ουκ εχει εξουσιαν αλλ εσονται ιερεις του θεου και του χριστου και βασιλευσουσιν μετ αυτου χιλια ετη 7και οταν τελεσθη τα χιλια ετη λυθησεται ο σατανας εκ της φυλακης αυτου 8και εξελευσεται πλανησαι τα εθνη τα εν ταις τεσσαρσιν γωνιαις της γης τον γωγ και τον μαγωγ συναγαγειν αυτους εις πολεμον ων ο αριθμος ως η αμμος της θαλασσης 9και ανεβησαν επι το πλατος της γης και εκυκλωσαν την παρεμβολην των αγιων και την πολιν την ηγαπημενην και κατεβη πυρ απο του θεου εκ του ουρανου και κατεφαγεν αυτους 10και ο διαβολος ο πλανων αυτους εβληθη εις την λιμνην του πυρος και θειου οπου το θηριον και ο ψευδοπροφητης και βασανισθησονται ημερας και νυκτος εις τους αιωνας των αιωνων 11και ειδον θρονον λευκον μεγαν και τον καθημενον επ αυτου ου απο προσωπου εφυγεν η γη και ο ουρανος και τοπος ουχ ευρεθη αυτοις 12και ειδον τους νεκρους μικρους και μεγαλους εστωτας ενωπιον του θεου και βιβλια ηνεωχθησαν και βιβλιον αλλο ηνεωχθη ο εστιν της ζωης και εκριθησαν οι νεκροι εκ των γεγραμμενων εν τοις βιβλιοις κατα τα εργα αυτων 13και εδωκεν η θαλασσα τους εν αυτη νεκρους και ο θανατος και ο αδης εδωκαν τους εν αυτοις νεκρους και εκριθησαν εκαστος κατα τα εργα αυτων 14και ο θανατος και ο αδης εβληθησαν εις την λιμνην του πυρος ουτος εστιν ο δευτερος θανατος 15και ει τις ουχ ευρεθη εν τη βιβλω της ζωης γεγραμμενος εβληθη εις την λιμνην του πυρος

« Prev Revelation 20 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |