« Prev Matthew 8 Next »

Chapter 8

1καταβαντι δε αυτω απο του ορους ηκολουθησαν αυτω οχλοι πολλοι 2και ιδου λεπρος ελθων προσεκυνει αυτω λεγων κυριε εαν θελης δυνασαι με καθαρισαι 3και εκτεινας την χειρα ηψατο αυτου ο ιησους λεγων θελω καθαρισθητι και ευθεως εκαθαρισθη αυτου η λεπρα 4και λεγει αυτω ο ιησους ορα μηδενι ειπης αλλ υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε το δωρον ο προσεταξεν μωσης εις μαρτυριον αυτοις 5εισελθοντι δε τω ιησου εις καπερναουμ προσηλθεν αυτω εκατονταρχος παρακαλων αυτον 6και λεγων κυριε ο παις μου βεβληται εν τη οικια παραλυτικος δεινως βασανιζομενος 7και λεγει αυτω ο ιησους εγω ελθων θεραπευσω αυτον 8και αποκριθεις ο εκατονταρχος εφη κυριε ουκ ειμι ικανος ινα μου υπο την στεγην εισελθης αλλα μονον ειπε λογον και ιαθησεται ο παις μου 9και γαρ εγω ανθρωπος ειμι υπο εξουσιαν εχων υπ εμαυτον στρατιωτας και λεγω τουτω πορευθητι και πορευεται και αλλω ερχου και ερχεται και τω δουλω μου ποιησον τουτο και ποιει 10ακουσας δε ο ιησους εθαυμασεν και ειπεν τοις ακολουθουσιν αμην λεγω υμιν ουδε εν τω ισραηλ τοσαυτην πιστιν ευρον 11λεγω δε υμιν οτι πολλοι απο ανατολων και δυσμων ηξουσιν και ανακλιθησονται μετα αβρααμ και ισαακ και ιακωβ εν τη βασιλεια των ουρανων 12οι δε υιοι της βασιλειας εκβληθησονται εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων 13και ειπεν ο ιησους τω εκατονταρχω υπαγε και ως επιστευσας γενηθητω σοι και ιαθη ο παις αυτου εν τη ωρα εκεινη 14και ελθων ο ιησους εις την οικιαν πετρου ειδεν την πενθεραν αυτου βεβλημενην και πυρεσσουσαν 15και ηψατο της χειρος αυτης και αφηκεν αυτην ο πυρετος και ηγερθη και διηκονει αυτοις 16οψιας δε γενομενης προσηνεγκαν αυτω δαιμονιζομενους πολλους και εξεβαλεν τα πνευματα λογω και παντας τους κακως εχοντας εθεραπευσεν 17οπως πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος αυτος τας ασθενειας ημων ελαβεν και τας νοσους εβαστασεν 18ιδων δε ο ιησους πολλους οχλους περι αυτον εκελευσεν απελθειν εις το περαν 19και προσελθων εις γραμματευς ειπεν αυτω διδασκαλε ακολουθησω σοι οπου εαν απερχη 20και λεγει αυτω ο ιησους αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη 21ετερος δε των μαθητων αυτου ειπεν αυτω κυριε επιτρεψον μοι πρωτον απελθειν και θαψαι τον πατερα μου 22ο δε ιησους ειπεν αυτω ακολουθει μοι και αφες τους νεκρους θαψαι τους εαυτων νεκρους 23και εμβαντι αυτω εις το πλοιον ηκολουθησαν αυτω οι μαθηται αυτου 24και ιδου σεισμος μεγας εγενετο εν τη θαλασση ωστε το πλοιον καλυπτεσθαι υπο των κυματων αυτος δε εκαθευδεν 25και προσελθοντες οι μαθηται αυτου ηγειραν αυτον λεγοντες κυριε σωσον ημας απολλυμεθα 26και λεγει αυτοις τι δειλοι εστε ολιγοπιστοι τοτε εγερθεις επετιμησεν τοις ανεμοις και τη θαλασση και εγενετο γαληνη μεγαλη 27οι δε ανθρωποι εθαυμασαν λεγοντες ποταπος εστιν ουτος οτι και οι ανεμοι και η θαλασσα υπακουουσιν αυτω 28και ελθοντι αυτω εις το περαν εις την χωραν των γεργεσηνων υπηντησαν αυτω δυο δαιμονιζομενοι εκ των μνημειων εξερχομενοι χαλεποι λιαν ωστε μη ισχυειν τινα παρελθειν δια της οδου εκεινης 29και ιδου εκραξαν λεγοντες τι ημιν και σοι ιησου υιε του θεου ηλθες ωδε προ καιρου βασανισαι ημας 30ην δε μακραν απ αυτων αγελη χοιρων πολλων βοσκομενη 31οι δε δαιμονες παρεκαλουν αυτον λεγοντες ει εκβαλλεις ημας επιτρεψον ημιν απελθειν εις την αγελην των χοιρων 32και ειπεν αυτοις υπαγετε οι δε εξελθοντες απηλθον εις την αγελην των χοιρων και ιδου ωρμησεν πασα η αγελη των χοιρων κατα του κρημνου εις την θαλασσαν και απεθανον εν τοις υδασιν 33οι δε βοσκοντες εφυγον και απελθοντες εις την πολιν απηγγειλαν παντα και τα των δαιμονιζομενων 34και ιδου πασα η πολις εξηλθεν εις συναντησιν τω ιησου και ιδοντες αυτον παρεκαλεσαν οπως μεταβη απο των οριων αυτων

« Prev Matthew 8 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |