« Prev Mark 15 Next »

Chapter 15

1και ευθεως επι το πρωι συμβουλιον ποιησαντες οι αρχιερεις μετα των πρεσβυτερων και γραμματεων και ολον το συνεδριον δησαντες τον ιησουν απηνεγκαν και παρεδωκαν τω πιλατω 2και επηρωτησεν αυτον ο πιλατος συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις ειπεν αυτω συ λεγεις 3και κατηγορουν αυτου οι αρχιερεις πολλα αυτος δε ουδεν απεκρινατο 4ο δε πιλατος παλιν επηρωτησεν αυτον λεγων ουκ αποκρινη ουδεν ιδε ποσα σου καταμαρτυρουσιν 5ο δε ιησους ουκετι ουδεν απεκριθη ωστε θαυμαζειν τον πιλατον 6κατα δε εορτην απελυεν αυτοις ενα δεσμιον ονπερ ητουντο 7ην δε ο λεγομενος βαραββας μετα των συστασιαστων δεδεμενος οιτινες εν τη στασει φονον πεποιηκεισαν 8και αναβοησας ο οχλος ηρξατο αιτεισθαι καθως αει εποιει αυτοις 9ο δε πιλατος απεκριθη αυτοις λεγων θελετε απολυσω υμιν τον βασιλεα των ιουδαιων 10εγινωσκεν γαρ οτι δια φθονον παραδεδωκεισαν αυτον οι αρχιερεις 11οι δε αρχιερεις ανεσεισαν τον οχλον ινα μαλλον τον βαραββαν απολυση αυτοις 12ο δε πιλατος αποκριθεις παλιν ειπεν αυτοις τι ουν θελετε ποιησω ον λεγετε βασιλεα των ιουδαιων 13οι δε παλιν εκραξαν σταυρωσον αυτον 14ο δε πιλατος ελεγεν αυτοις τι γαρ κακον εποιησεν οι δε περισσοτερως εκραξαν σταυρωσον αυτον 15ο δε πιλατος βουλομενος τω οχλω το ικανον ποιησαι απελυσεν αυτοις τον βαραββαν και παρεδωκεν τον ιησουν φραγελλωσας ινα σταυρωθη 16οι δε στρατιωται απηγαγον αυτον εσω της αυλης ο εστιν πραιτωριον και συγκαλουσιν ολην την σπειραν 17και ενδυουσιν αυτον πορφυραν και περιτιθεασιν αυτω πλεξαντες ακανθινον στεφανον 18και ηρξαντο ασπαζεσθαι αυτον χαιρε βασιλευ των ιουδαιων 19και ετυπτον αυτου την κεφαλην καλαμω και ενεπτυον αυτω και τιθεντες τα γονατα προσεκυνουν αυτω 20και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την πορφυραν και ενεδυσαν αυτον τα ιματια τα ιδια και εξαγουσιν αυτον ινα σταυρωσωσιν αυτον 21και αγγαρευουσιν παραγοντα τινα σιμωνα κυρηναιον ερχομενον απ αγρου τον πατερα αλεξανδρου και ρουφου ινα αρη τον σταυρον αυτου 22και φερουσιν αυτον επι γολγοθα τοπον ο εστιν μεθερμηνευομενον κρανιου τοπος 23και εδιδουν αυτω πιειν εσμυρνισμενον οινον ο δε ουκ ελαβεν 24και σταυρωσαντες αυτον διεμεριζον τα ιματια αυτου βαλλοντες κληρον επ αυτα τις τι αρη 25ην δε ωρα τριτη και εσταυρωσαν αυτον 26και ην η επιγραφη της αιτιας αυτου επιγεγραμμενη ο βασιλευς των ιουδαιων 27και συν αυτω σταυρουσιν δυο ληστας ενα εκ δεξιων και ενα εξ ευωνυμων αυτου 28και επληρωθη η γραφη η λεγουσα και μετα ανομων ελογισθη 29και οι παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων και λεγοντες ουα ο καταλυων τον ναον και εν τρισιν ημεραις οικοδομων 30σωσον σεαυτον και καταβα απο του σταυρου 31ομοιως δε και οι αρχιερεις εμπαιζοντες προς αλληλους μετα των γραμματεων ελεγον αλλους εσωσεν εαυτον ου δυναται σωσαι 32ο χριστος ο βασιλευς του ισραηλ καταβατω νυν απο του σταυρου ινα ιδωμεν και πιστευσωμεν και οι συνεσταυρωμενοι αυτω ωνειδιζον αυτον 33γενομενης δε ωρας εκτης σκοτος εγενετο εφ ολην την γην εως ωρας εννατης 34και τη ωρα τη εννατη εβοησεν ο ιησους φωνη μεγαλη λεγων ελωι ελωι λαμμα σαβαχθανι ο εστιν μεθερμηνευομενον ο θεος μου ο θεος μου εις τι με εγκατελιπες 35και τινες των παρεστηκοτων ακουσαντες ελεγον ιδου ηλιαν φωνει 36δραμων δε εις και γεμισας σπογγον οξους περιθεις τε καλαμω εποτιζεν αυτον λεγων αφετε ιδωμεν ει ερχεται ηλιας καθελειν αυτον 37ο δε ιησους αφεις φωνην μεγαλην εξεπνευσεν 38και το καταπετασμα του ναου εσχισθη εις δυο απο ανωθεν εως κατω 39ιδων δε ο κεντυριων ο παρεστηκως εξ εναντιας αυτου οτι ουτως κραξας εξεπνευσεν ειπεν αληθως ο ανθρωπος ουτος υιος ην θεου 40ησαν δε και γυναικες απο μακροθεν θεωρουσαι εν αις ην και μαρια η μαγδαληνη και μαρια η του ιακωβου του μικρου και ιωση μητηρ και σαλωμη 41αι και οτε ην εν τη γαλιλαια ηκολουθουν αυτω και διηκονουν αυτω και αλλαι πολλαι αι συναναβασαι αυτω εις ιεροσολυμα 42και ηδη οψιας γενομενης επει ην παρασκευη ο εστιν προσαββατον 43ηλθεν ιωσηφ ο απο αριμαθαιας ευσχημων βουλευτης ος και αυτος ην προσδεχομενος την βασιλειαν του θεου τολμησας εισηλθεν προς πιλατον και ητησατο το σωμα του ιησου 44ο δε πιλατος εθαυμασεν ει ηδη τεθνηκεν και προσκαλεσαμενος τον κεντυριωνα επηρωτησεν αυτον ει παλαι απεθανεν 45και γνους απο του κεντυριωνος εδωρησατο το σωμα τω ιωσηφ 46και αγορασας σινδονα και καθελων αυτον ενειλησεν τη σινδονι και κατεθηκεν αυτον εν μνημειω ο ην λελατομημενον εκ πετρας και προσεκυλισεν λιθον επι την θυραν του μνημειου 47η δε μαρια η μαγδαληνη και μαρια ιωση εθεωρουν που τιθεται

« Prev Mark 15 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |