« Prev Mark 10 Next »

Chapter 10

1κακειθεν αναστας ερχεται εις τα ορια της ιουδαιας δια του περαν του ιορδανου και συμπορευονται παλιν οχλοι προς αυτον και ως ειωθει παλιν εδιδασκεν αυτους 2και προσελθοντες οι φαρισαιοι επηρωτησαν αυτον ει εξεστιν ανδρι γυναικα απολυσαι πειραζοντες αυτον 3ο δε αποκριθεις ειπεν αυτοις τι υμιν ενετειλατο μωσης 4οι δε ειπον μωσης επετρεψεν βιβλιον αποστασιου γραψαι και απολυσαι 5και αποκριθεις ο ιησους ειπεν αυτοις προς την σκληροκαρδιαν υμων εγραψεν υμιν την εντολην ταυτην 6απο δε αρχης κτισεως αρσεν και θηλυ εποιησεν αυτους ο θεος 7ενεκεν τουτου καταλειψει ανθρωπος τον πατερα αυτου και την μητερα και προσκολληθησεται προς την γυναικα αυτου 8και εσονται οι δυο εις σαρκα μιαν ωστε ουκετι εισιν δυο αλλα μια σαρξ 9ο ουν ο θεος συνεζευξεν ανθρωπος μη χωριζετω 10και εν τη οικια παλιν οι μαθηται αυτου περι του αυτου επηρωτησαν αυτον 11και λεγει αυτοις ος εαν απολυση την γυναικα αυτου και γαμηση αλλην μοιχαται επ αυτην 12και εαν γυνη απολυση τον ανδρα αυτης και γαμηθη αλλω μοιχαται 13και προσεφερον αυτω παιδια ινα αψηται αυτων οι δε μαθηται επετιμων τοις προσφερουσιν 14ιδων δε ο ιησους ηγανακτησεν και ειπεν αυτοις αφετε τα παιδια ερχεσθαι προς με και μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου 15αμην λεγω υμιν ος εαν μη δεξηται την βασιλειαν του θεου ως παιδιον ου μη εισελθη εις αυτην 16και εναγκαλισαμενος αυτα τιθεις τας χειρας επ αυτα ηυλογει αυτα 17και εκπορευομενου αυτου εις οδον προσδραμων εις και γονυπετησας αυτον επηρωτα αυτον διδασκαλε αγαθε τι ποιησω ινα ζωην αιωνιον κληρονομησω 18ο δε ιησους ειπεν αυτω τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις ο θεος 19τας εντολας οιδας μη μοιχευσης μη φονευσης μη κλεψης μη ψευδομαρτυρησης μη αποστερησης τιμα τον πατερα σου και την μητερα 20ο δε αποκριθεις ειπεν αυτω διδασκαλε ταυτα παντα εφυλαξαμην εκ νεοτητος μου 21ο δε ιησους εμβλεψας αυτω ηγαπησεν αυτον και ειπεν αυτω εν σοι υστερει υπαγε οσα εχεις πωλησον και δος τοις πτωχοις και εξεις θησαυρον εν ουρανω και δευρο ακολουθει μοι αρας τον σταυρον 22ο δε στυγνασας επι τω λογω απηλθεν λυπουμενος ην γαρ εχων κτηματα πολλα 23και περιβλεψαμενος ο ιησους λεγει τοις μαθηταις αυτου πως δυσκολως οι τα χρηματα εχοντες εις την βασιλειαν του θεου εισελευσονται 24οι δε μαθηται εθαμβουντο επι τοις λογοις αυτου ο δε ιησους παλιν αποκριθεις λεγει αυτοις τεκνα πως δυσκολον εστιν τους πεποιθοτας επι τοις χρημασιν εις την βασιλειαν του θεου εισελθειν 25ευκοπωτερον εστιν καμηλον δια της τρυμαλιας της ραφιδος διελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν 26οι δε περισσως εξεπλησσοντο λεγοντες προς εαυτους και τις δυναται σωθηναι 27εμβλεψας δε αυτοις ο ιησους λεγει παρα ανθρωποις αδυνατον αλλ ου παρα τω θεω παντα γαρ δυνατα εστιν παρα τω θεω 28και ηρξατο ο πετρος λεγειν αυτω ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι 29αποκριθεις δε ο ιησους ειπεν αμην λεγω υμιν ουδεις εστιν ος αφηκεν οικιαν η αδελφους η αδελφας η πατερα η μητερα η γυναικα η τεκνα η αγρους ενεκεν εμου και του ευαγγελιου 30εαν μη λαβη εκατονταπλασιονα νυν εν τω καιρω τουτω οικιας και αδελφους και αδελφας και μητερας και τεκνα και αγρους μετα διωγμων και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον 31πολλοι δε εσονται πρωτοι εσχατοι και οι εσχατοι πρωτοι 32ησαν δε εν τη οδω αναβαινοντες εις ιεροσολυμα και ην προαγων αυτους ο ιησους και εθαμβουντο και ακολουθουντες εφοβουντο και παραλαβων παλιν τους δωδεκα ηρξατο αυτοις λεγειν τα μελλοντα αυτω συμβαινειν 33οτι ιδου αναβαινομεν εις ιεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και τοις γραμματευσιν και κατακρινουσιν αυτον θανατω και παραδωσουσιν αυτον τοις εθνεσιν 34και εμπαιξουσιν αυτω και μαστιγωσουσιν αυτον και εμπτυσουσιν αυτω και αποκτενουσιν αυτον και τη τριτη ημερα αναστησεται 35και προσπορευονται αυτω ιακωβος και ιωαννης οι υιοι ζεβεδαιου λεγοντες διδασκαλε θελομεν ινα ο εαν αιτησωμεν ποιησης ημιν 36ο δε ειπεν αυτοις τι θελετε ποιησαι με υμιν 37οι δε ειπον αυτω δος ημιν ινα εις εκ δεξιων σου και εις εξ ευωνυμων σου καθισωμεν εν τη δοξη σου 38ο δε ιησους ειπεν αυτοις ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω πινω και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι 39οι δε ειπον αυτω δυναμεθα ο δε ιησους ειπεν αυτοις το μεν ποτηριον ο εγω πινω πιεσθε και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε 40το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων μου ουκ εστιν εμον δουναι αλλ οις ητοιμασται 41και ακουσαντες οι δεκα ηρξαντο αγανακτειν περι ιακωβου και ιωαννου 42ο δε ιησους προσκαλεσαμενος αυτους λεγει αυτοις οιδατε οτι οι δοκουντες αρχειν των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι αυτων κατεξουσιαζουσιν αυτων 43ουχ ουτως δε εσται εν υμιν αλλ ος εαν θελη γενεσθαι μεγας εν υμιν εσται διακονος υμων 44και ος αν θελη υμων γενεσθαι πρωτος εσται παντων δουλος 45και γαρ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων 46και ερχονται εις ιεριχω και εκπορευομενου αυτου απο ιεριχω και των μαθητων αυτου και οχλου ικανου υιος τιμαιου βαρτιμαιος ο τυφλος εκαθητο παρα την οδον προσαιτων 47και ακουσας οτι ιησους ο ναζωραιος εστιν ηρξατο κραζειν και λεγειν ο υιος δαβιδ ιησου ελεησον με 48και επετιμων αυτω πολλοι ινα σιωπηση ο δε πολλω μαλλον εκραζεν υιε δαβιδ ελεησον με 49και στας ο ιησους ειπεν αυτον φωνηθηναι και φωνουσιν τον τυφλον λεγοντες αυτω θαρσει εγειραι φωνει σε 50ο δε αποβαλων το ιματιον αυτου αναστας ηλθεν προς τον ιησουν 51και αποκριθεις λεγει αυτω ο ιησους τι θελεις ποιησω σοι ο δε τυφλος ειπεν αυτω ραββονι ινα αναβλεψω 52ο δε ιησους ειπεν αυτω υπαγε η πιστις σου σεσωκεν σε και ευθεως ανεβλεψεν και ηκολουθει τω ιησου εν τη οδω

« Prev Mark 10 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |