« Prev Mark 1 Next »

Chapter 1

1αρχη του ευαγγελιου ιησου χριστου υιου του θεου 2ως γεγραπται εν τοις προφηταις ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου ος κατασκευασει την οδον σου εμπροσθεν σου 3φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβους αυτου 4εγενετο ιωαννης βαπτιζων εν τη ερημω και κηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων 5και εξεπορευετο προς αυτον πασα η ιουδαια χωρα και οι ιεροσολυμιται και εβαπτιζοντο παντες εν τω ιορδανη ποταμω υπ αυτου εξομολογουμενοι τας αμαρτιας αυτων 6ην δε ιωαννης ενδεδυμενος τριχας καμηλου και ζωνην δερματινην περι την οσφυν αυτου και εσθιων ακριδας και μελι αγριον 7και εκηρυσσεν λεγων ερχεται ο ισχυροτερος μου οπισω μου ου ουκ ειμι ικανος κυψας λυσαι τον ιμαντα των υποδηματων αυτου 8εγω μεν εβαπτισα υμας εν υδατι αυτος δε βαπτισει υμας εν πνευματι αγιω 9και εγενετο εν εκειναις ταις ημεραις ηλθεν ιησους απο ναζαρεθ της γαλιλαιας και εβαπτισθη υπο ιωαννου εις τον ιορδανην 10και ευθεως αναβαινων απο του υδατος ειδεν σχιζομενους τους ουρανους και το πνευμα ωσει περιστεραν καταβαινον επ αυτον 11και φωνη εγενετο εκ των ουρανων συ ει ο υιος μου ο αγαπητος εν ω ευδοκησα 12και ευθυς το πνευμα αυτον εκβαλλει εις την ερημον 13και ην εκει εν τη ερημω ημερας τεσσαρακοντα πειραζομενος υπο του σατανα και ην μετα των θηριων και οι αγγελοι διηκονουν αυτω 14μετα δε το παραδοθηναι τον ιωαννην ηλθεν ο ιησους εις την γαλιλαιαν κηρυσσων το ευαγγελιον της βασιλειας του θεου 15και λεγων οτι πεπληρωται ο καιρος και ηγγικεν η βασιλεια του θεου μετανοειτε και πιστευετε εν τω ευαγγελιω 16περιπατων δε παρα την θαλασσαν της γαλιλαιας ειδεν σιμωνα και ανδρεαν τον αδελφον αυτου βαλλοντας αμφιβληστρον εν τη θαλασση ησαν γαρ αλιεις 17και ειπεν αυτοις ο ιησους δευτε οπισω μου και ποιησω υμας γενεσθαι αλιεις ανθρωπων 18και ευθεως αφεντες τα δικτυα αυτων ηκολουθησαν αυτω 19και προβας εκειθεν ολιγον ειδεν ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου και αυτους εν τω πλοιω καταρτιζοντας τα δικτυα 20και ευθεως εκαλεσεν αυτους και αφεντες τον πατερα αυτων ζεβεδαιον εν τω πλοιω μετα των μισθωτων απηλθον οπισω αυτου 21και εισπορευονται εις καπερναουμ και ευθεως τοις σαββασιν εισελθων εις την συναγωγην εδιδασκεν 22και εξεπλησσοντο επι τη διδαχη αυτου ην γαρ διδασκων αυτους ως εξουσιαν εχων και ουχ ως οι γραμματεις 23και ην εν τη συναγωγη αυτων ανθρωπος εν πνευματι ακαθαρτω και ανεκραξεν 24λεγων εα τι ημιν και σοι ιησου ναζαρηνε ηλθες απολεσαι ημας οιδα σε τις ει ο αγιος του θεου 25και επετιμησεν αυτω ο ιησους λεγων φιμωθητι και εξελθε εξ αυτου 26και σπαραξαν αυτον το πνευμα το ακαθαρτον και κραξαν φωνη μεγαλη εξηλθεν εξ αυτου 27και εθαμβηθησαν παντες ωστε συζητειν προς αυτους λεγοντας τι εστιν τουτο τις η διδαχη η καινη αυτη οτι κατ εξουσιαν και τοις πνευμασιν τοις ακαθαρτοις επιτασσει και υπακουουσιν αυτω 28εξηλθεν δε η ακοη αυτου ευθυς εις ολην την περιχωρον της γαλιλαιας 29και ευθεως εκ της συναγωγης εξελθοντες ηλθον εις την οικιαν σιμωνος και ανδρεου μετα ιακωβου και ιωαννου 30η δε πενθερα σιμωνος κατεκειτο πυρεσσουσα και ευθεως λεγουσιν αυτω περι αυτης 31και προσελθων ηγειρεν αυτην κρατησας της χειρος αυτης και αφηκεν αυτην ο πυρετος ευθεως και διηκονει αυτοις 32οψιας δε γενομενης οτε εδυ ο ηλιος εφερον προς αυτον παντας τους κακως εχοντας και τους δαιμονιζομενους 33και η πολις ολη επισυνηγμενη ην προς την θυραν 34και εθεραπευσεν πολλους κακως εχοντας ποικιλαις νοσοις και δαιμονια πολλα εξεβαλεν και ουκ ηφιεν λαλειν τα δαιμονια οτι ηδεισαν αυτον 35και πρωι εννυχον λιαν αναστας εξηλθεν και απηλθεν εις ερημον τοπον κακει προσηυχετο 36και κατεδιωξαν αυτον ο σιμων και οι μετ αυτου 37και ευροντες αυτον λεγουσιν αυτω οτι παντες ζητουσιν σε 38και λεγει αυτοις αγωμεν εις τας εχομενας κωμοπολεις ινα κακει κηρυξω εις τουτο γαρ εξεληλυθα 39και ην κηρυσσων εν ταις συναγωγαις αυτων εις ολην την γαλιλαιαν και τα δαιμονια εκβαλλων 40και ερχεται προς αυτον λεπρος παρακαλων αυτον και γονυπετων αυτον και λεγων αυτω οτι εαν θελης δυνασαι με καθαρισαι 41ο δε ιησους σπλαγχνισθεις εκτεινας την χειρα ηψατο αυτου και λεγει αυτω θελω καθαρισθητι 42και ειποντος αυτου ευθεως απηλθεν απ αυτου η λεπρα και εκαθαρισθη 43και εμβριμησαμενος αυτω ευθεως εξεβαλεν αυτον 44και λεγει αυτω ορα μηδενι μηδεν ειπης αλλ υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε περι του καθαρισμου σου α προσεταξεν μωσης εις μαρτυριον αυτοις 45ο δε εξελθων ηρξατο κηρυσσειν πολλα και διαφημιζειν τον λογον ωστε μηκετι αυτον δυνασθαι φανερως εις πολιν εισελθειν αλλ εξω εν ερημοις τοποις ην και ηρχοντο προς αυτον πανταχοθεν

« Prev Mark 1 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |