« Prev Luke 8 Next »

Chapter 8

1και εγενετο εν τω καθεξης και αυτος διωδευεν κατα πολιν και κωμην κηρυσσων και ευαγγελιζομενος την βασιλειαν του θεου και οι δωδεκα συν αυτω 2και γυναικες τινες αι ησαν τεθεραπευμεναι απο πνευματων πονηρων και ασθενειων μαρια η καλουμενη μαγδαληνη αφ ης δαιμονια επτα εξεληλυθει 3και ιωαννα γυνη χουζα επιτροπου ηρωδου και σουσαννα και ετεραι πολλαι αιτινες διηκονουν αυτω απο των υπαρχοντων αυταις 4συνιοντος δε οχλου πολλου και των κατα πολιν επιπορευομενων προς αυτον ειπεν δια παραβολης 5εξηλθεν ο σπειρων του σπειραι τον σπορον αυτου και εν τω σπειρειν αυτον ο μεν επεσεν παρα την οδον και κατεπατηθη και τα πετεινα του ουρανου κατεφαγεν αυτο 6και ετερον επεσεν επι την πετραν και φυεν εξηρανθη δια το μη εχειν ικμαδα 7και ετερον επεσεν εν μεσω των ακανθων και συμφυεισαι αι ακανθαι απεπνιξαν αυτο 8και ετερον επεσεν επι την γην την αγαθην και φυεν εποιησεν καρπον εκατονταπλασιονα ταυτα λεγων εφωνει ο εχων ωτα ακουειν ακουετω 9επηρωτων δε αυτον οι μαθηται αυτου λεγοντες τις ειη η παραβολη αυτη 10ο δε ειπεν υμιν δεδοται γνωναι τα μυστηρια της βασιλειας του θεου τοις δε λοιποις εν παραβολαις ινα βλεποντες μη βλεπωσιν και ακουοντες μη συνιωσιν 11εστιν δε αυτη η παραβολη ο σπορος εστιν ο λογος του θεου 12οι δε παρα την οδον εισιν οι ακουοντες ειτα ερχεται ο διαβολος και αιρει τον λογον απο της καρδιας αυτων ινα μη πιστευσαντες σωθωσιν 13οι δε επι της πετρας οι οταν ακουσωσιν μετα χαρας δεχονται τον λογον και ουτοι ριζαν ουκ εχουσιν οι προς καιρον πιστευουσιν και εν καιρω πειρασμου αφιστανται 14το δε εις τας ακανθας πεσον ουτοι εισιν οι ακουσαντες και υπο μεριμνων και πλουτου και ηδονων του βιου πορευομενοι συμπνιγονται και ου τελεσφορουσιν 15το δε εν τη καλη γη ουτοι εισιν οιτινες εν καρδια καλη και αγαθη ακουσαντες τον λογον κατεχουσιν και καρποφορουσιν εν υπομονη 16ουδεις δε λυχνον αψας καλυπτει αυτον σκευει η υποκατω κλινης τιθησιν αλλ επι λυχνιας επιτιθησιν ινα οι εισπορευομενοι βλεπωσιν το φως 17ου γαρ εστιν κρυπτον ο ου φανερον γενησεται ουδε αποκρυφον ο ου γνωσθησεται και εις φανερον ελθη 18βλεπετε ουν πως ακουετε ος γαρ αν εχη δοθησεται αυτω και ος αν μη εχη και ο δοκει εχειν αρθησεται απ αυτου 19παρεγενοντο δε προς αυτον η μητηρ και οι αδελφοι αυτου και ουκ ηδυναντο συντυχειν αυτω δια τον οχλον 20και απηγγελη αυτω λεγοντων η μητηρ σου και οι αδελφοι σου εστηκασιν εξω ιδειν σε θελοντες 21ο δε αποκριθεις ειπεν προς αυτους μητηρ μου και αδελφοι μου ουτοι εισιν οι τον λογον του θεου ακουοντες και ποιουντες αυτον 22και εγενετο εν μια των ημερων και αυτος ενεβη εις πλοιον και οι μαθηται αυτου και ειπεν προς αυτους διελθωμεν εις το περαν της λιμνης και ανηχθησαν 23πλεοντων δε αυτων αφυπνωσεν και κατεβη λαιλαψ ανεμου εις την λιμνην και συνεπληρουντο και εκινδυνευον 24προσελθοντες δε διηγειραν αυτον λεγοντες επιστατα επιστατα απολλυμεθα ο δε εγερθεις επετιμησεν τω ανεμω και τω κλυδωνι του υδατος και επαυσαντο και εγενετο γαληνη 25ειπεν δε αυτοις που εστιν η πιστις υμων φοβηθεντες δε εθαυμασαν λεγοντες προς αλληλους τις αρα ουτος εστιν οτι και τοις ανεμοις επιτασσει και τω υδατι και υπακουουσιν αυτω 26και κατεπλευσαν εις την χωραν των γαδαρηνων ητις εστιν αντιπεραν της γαλιλαιας 27εξελθοντι δε αυτω επι την γην υπηντησεν αυτω ανηρ τις εκ της πολεως ος ειχεν δαιμονια εκ χρονων ικανων και ιματιον ουκ ενεδιδυσκετο και εν οικια ουκ εμενεν αλλ εν τοις μνημασιν 28ιδων δε τον ιησουν και ανακραξας προσεπεσεν αυτω και φωνη μεγαλη ειπεν τι εμοι και σοι ιησου υιε του θεου του υψιστου δεομαι σου μη με βασανισης 29παρηγγειλεν γαρ τω πνευματι τω ακαθαρτω εξελθειν απο του ανθρωπου πολλοις γαρ χρονοις συνηρπακει αυτον και εδεσμειτο αλυσεσιν και πεδαις φυλασσομενος και διαρρησσων τα δεσμα ηλαυνετο υπο του δαιμονος εις τας ερημους 30επηρωτησεν δε αυτον ο ιησους λεγων τι σοι εστιν ονομα ο δε ειπεν λεγεων οτι δαιμονια πολλα εισηλθεν εις αυτον 31και παρεκαλουν αυτον ινα μη επιταξη αυτοις εις την αβυσσον απελθειν 32ην δε εκει αγελη χοιρων ικανων βοσκομενων εν τω ορει και παρεκαλουν αυτον ινα επιτρεψη αυτοις εις εκεινους εισελθειν και επετρεψεν αυτοις 33εξελθοντα δε τα δαιμονια απο του ανθρωπου εισηλθεν εις τους χοιρους και ωρμησεν η αγελη κατα του κρημνου εις την λιμνην και απεπνιγη 34ιδοντες δε οι βοσκοντες το γεγενημενον εφυγον και απελθοντες απηγγειλαν εις την πολιν και εις τους αγρους 35εξηλθον δε ιδειν το γεγονος και ηλθον προς τον ιησουν και ευρον καθημενον τον ανθρωπον αφ ου τα δαιμονια εξεληλυθει ιματισμενον και σωφρονουντα παρα τους ποδας του ιησου και εφοβηθησαν 36απηγγειλαν δε αυτοις και οι ιδοντες πως εσωθη ο δαιμονισθεις 37και ηρωτησαν αυτον απαν το πληθος της περιχωρου των γαδαρηνων απελθειν απ αυτων οτι φοβω μεγαλω συνειχοντο αυτος δε εμβας εις το πλοιον υπεστρεψεν 38εδεετο δε αυτου ο ανηρ αφ ου εξεληλυθει τα δαιμονια ειναι συν αυτω απελυσεν δε αυτον ο ιησους λεγων 39υποστρεφε εις τον οικον σου και διηγου οσα εποιησεν σοι ο θεος και απηλθεν καθ ολην την πολιν κηρυσσων οσα εποιησεν αυτω ο ιησους 40εγενετο δε εν τω υποστρεψαι τον ιησουν απεδεξατο αυτον ο οχλος ησαν γαρ παντες προσδοκωντες αυτον 41και ιδου ηλθεν ανηρ ω ονομα ιαειρος και αυτος αρχων της συναγωγης υπηρχεν και πεσων παρα τους ποδας του ιησου παρεκαλει αυτον εισελθειν εις τον οικον αυτου 42οτι θυγατηρ μονογενης ην αυτω ως ετων δωδεκα και αυτη απεθνησκεν εν δε τω υπαγειν αυτον οι οχλοι συνεπνιγον αυτον 43και γυνη ουσα εν ρυσει αιματος απο ετων δωδεκα ητις εις ιατρους προσαναλωσασα ολον τον βιον ουκ ισχυσεν υπ ουδενος θεραπευθηναι 44προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ιματιου αυτου και παραχρημα εστη η ρυσις του αιματος αυτης 45και ειπεν ο ιησους τις ο αψαμενος μου αρνουμενων δε παντων ειπεν ο πετρος και οι μετ αυτου επιστατα οι οχλοι συνεχουσιν σε και αποθλιβουσιν και λεγεις τις ο αψαμενος μου 46ο δε ιησους ειπεν ηψατο μου τις εγω γαρ εγνων δυναμιν εξελθουσαν απ εμου 47ιδουσα δε η γυνη οτι ουκ ελαθεν τρεμουσα ηλθεν και προσπεσουσα αυτω δι ην αιτιαν ηψατο αυτου απηγγειλεν αυτω ενωπιον παντος του λαου και ως ιαθη παραχρημα 48ο δε ειπεν αυτη θαρσει θυγατερ η πιστις σου σεσωκεν σε πορευου εις ειρηνην 49ετι αυτου λαλουντος ερχεται τις παρα του αρχισυναγωγου λεγων αυτω οτι τεθνηκεν η θυγατηρ σου μη σκυλλε τον διδασκαλον 50ο δε ιησους ακουσας απεκριθη αυτω λεγων μη φοβου μονον πιστευε και σωθησεται 51εισελθων δε εις την οικιαν ουκ αφηκεν εισελθειν ουδενα ει μη πετρον και ιακωβον και ιωαννην και τον πατερα της παιδος και την μητερα 52εκλαιον δε παντες και εκοπτοντο αυτην ο δε ειπεν μη κλαιετε ουκ απεθανεν αλλα καθευδει 53και κατεγελων αυτου ειδοτες οτι απεθανεν 54αυτος δε εκβαλων εξω παντας και κρατησας της χειρος αυτης εφωνησεν λεγων η παις εγειρου 55και επεστρεψεν το πνευμα αυτης και ανεστη παραχρημα και διεταξεν αυτη δοθηναι φαγειν 56και εξεστησαν οι γονεις αυτης ο δε παρηγγειλεν αυτοις μηδενι ειπειν το γεγονος

« Prev Luke 8 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |