« Prev Luke 3 Next »

Chapter 3

1εν ετει δε πεντεκαιδεκατω της ηγεμονιας τιβεριου καισαρος ηγεμονευοντος ποντιου πιλατου της ιουδαιας και τετραρχουντος της γαλιλαιας ηρωδου φιλιππου δε του αδελφου αυτου τετραρχουντος της ιτουραιας και τραχωνιτιδος χωρας και λυσανιου της αβιληνης τετραρχουντος 2επ αρχιερεων αννα και καιαφα εγενετο ρημα θεου επι ιωαννην τον του ζαχαριου υιον εν τη ερημω 3και ηλθεν εις πασαν την περιχωρον του ιορδανου κηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων 4ως γεγραπται εν βιβλω λογων ησαιου του προφητου λεγοντος φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβους αυτου 5πασα φαραγξ πληρωθησεται και παν ορος και βουνος ταπεινωθησεται και εσται τα σκολια εις ευθειαν και αι τραχειαι εις οδους λειας 6και οψεται πασα σαρξ το σωτηριον του θεου 7ελεγεν ουν τοις εκπορευομενοις οχλοις βαπτισθηναι υπ αυτου γεννηματα εχιδνων τις υπεδειξεν υμιν φυγειν απο της μελλουσης οργης 8ποιησατε ουν καρπους αξιους της μετανοιας και μη αρξησθε λεγειν εν εαυτοις πατερα εχομεν τον αβρααμ λεγω γαρ υμιν οτι δυναται ο θεος εκ των λιθων τουτων εγειραι τεκνα τω αβρααμ 9ηδη δε και η αξινη προς την ριζαν των δενδρων κειται παν ουν δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και εις πυρ βαλλεται 10και επηρωτων αυτον οι οχλοι λεγοντες τι ουν ποιησομεν 11αποκριθεις δε λεγει αυτοις ο εχων δυο χιτωνας μεταδοτω τω μη εχοντι και ο εχων βρωματα ομοιως ποιειτω 12ηλθον δε και τελωναι βαπτισθηναι και ειπον προς αυτον διδασκαλε τι ποιησομεν 13ο δε ειπεν προς αυτους μηδεν πλεον παρα το διατεταγμενον υμιν πρασσετε 14επηρωτων δε αυτον και στρατευομενοι λεγοντες και ημεις τι ποιησομεν και ειπεν προς αυτους μηδενα διασεισητε μηδε συκοφαντησητε και αρκεισθε τοις οψωνιοις υμων 15προσδοκωντος δε του λαου και διαλογιζομενων παντων εν ταις καρδιαις αυτων περι του ιωαννου μηποτε αυτος ειη ο χριστος 16απεκρινατο ο ιωαννης απασιν λεγων εγω μεν υδατι βαπτιζω υμας ερχεται δε ο ισχυροτερος μου ου ουκ ειμι ικανος λυσαι τον ιμαντα των υποδηματων αυτου αυτος υμας βαπτισει εν πνευματι αγιω και πυρι 17ου το πτυον εν τη χειρι αυτου και διακαθαριει την αλωνα αυτου και συναξει τον σιτον εις την αποθηκην αυτου το δε αχυρον κατακαυσει πυρι ασβεστω 18πολλα μεν ουν και ετερα παρακαλων ευηγγελιζετο τον λαον 19ο δε ηρωδης ο τετραρχης ελεγχομενος υπ αυτου περι ηρωδιαδος της γυναικος φιλιππου του αδελφου αυτου και περι παντων ων εποιησεν πονηρων ο ηρωδης 20προσεθηκεν και τουτο επι πασιν και κατεκλεισεν τον ιωαννην εν τη φυλακη 21εγενετο δε εν τω βαπτισθηναι απαντα τον λαον και ιησου βαπτισθεντος και προσευχομενου ανεωχθηναι τον ουρανον 22και καταβηναι το πνευμα το αγιον σωματικω ειδει ωσει περιστεραν επ αυτον και φωνην εξ ουρανου γενεσθαι λεγουσαν συ ει ο υιος μου ο αγαπητος εν σοι ηυδοκησα 23και αυτος ην ο ιησους ωσει ετων τριακοντα αρχομενος ων ως ενομιζετο υιος ιωσηφ του ηλι 24του ματθατ του λευι του μελχι του ιαννα του ιωσηφ 25του ματταθιου του αμως του ναουμ του εσλι του ναγγαι 26του μααθ του ματταθιου του σεμει του ιωσηφ του ιουδα 27του ιωαννα του ρησα του ζοροβαβελ του σαλαθιηλ του νηρι 28του μελχι του αδδι του κωσαμ του ελμωδαμ του ηρ 29του ιωση του ελιεζερ του ιωρειμ του ματθατ του λευι 30του σιμεων του ιουδα του ιωσηφ του ιωναν του ελιακειμ 31του μελεα του μεναμ του ματταθα του ναθαν του δαβιδ 32του ιεσσαι του ωβηδ του βοοζ του σαλμων του ναασσων 33του αμιναδαβ του αραμ του εσρωμ του φαρες του ιουδα 34του ιακωβ του ισαακ του αβρααμ του θαρα του ναχωρ 35του σαρουχ του ραγαυ του φαλεκ του εβερ του σαλα 36του καιναν του αρφαξαδ του σημ του νωε του λαμεχ 37του μαθουσαλα του ενωχ του ιαρεδ του μαλελεηλ του καιναν 38του ενως του σηθ του αδαμ του θεου

« Prev Luke 3 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |