« Prev Luke 24 Next »

Chapter 24

1τη δε μια των σαββατων ορθρου βαθεος ηλθον επι το μνημα φερουσαι α ητοιμασαν αρωματα και τινες συν αυταις 2ευρον δε τον λιθον αποκεκυλισμενον απο του μνημειου 3και εισελθουσαι ουχ ευρον το σωμα του κυριου ιησου 4και εγενετο εν τω διαπορεισθαι αυτας περι τουτου και ιδου δυο ανδρες επεστησαν αυταις εν εσθησεσιν αστραπτουσαις 5εμφοβων δε γενομενων αυτων και κλινουσων το προσωπον εις την γην ειπον προς αυτας τι ζητειτε τον ζωντα μετα των νεκρων 6ουκ εστιν ωδε αλλ ηγερθη μνησθητε ως ελαλησεν υμιν ετι ων εν τη γαλιλαια 7λεγων οτι δει τον υιον του ανθρωπου παραδοθηναι εις χειρας ανθρωπων αμαρτωλων και σταυρωθηναι και τη τριτη ημερα αναστηναι 8και εμνησθησαν των ρηματων αυτου 9και υποστρεψασαι απο του μνημειου απηγγειλαν ταυτα παντα τοις ενδεκα και πασιν τοις λοιποις 10ησαν δε η μαγδαληνη μαρια και ιωαννα και μαρια ιακωβου και αι λοιπαι συν αυταις αι ελεγον προς τους αποστολους ταυτα 11και εφανησαν ενωπιον αυτων ωσει ληρος τα ρηματα αυτων και ηπιστουν αυταις 12ο δε πετρος αναστας εδραμεν επι το μνημειον και παρακυψας βλεπει τα οθονια κειμενα μονα και απηλθεν προς εαυτον θαυμαζων το γεγονος 13και ιδου δυο εξ αυτων ησαν πορευομενοι εν αυτη τη ημερα εις κωμην απεχουσαν σταδιους εξηκοντα απο ιερουσαλημ η ονομα εμμαους 14και αυτοι ωμιλουν προς αλληλους περι παντων των συμβεβηκοτων τουτων 15και εγενετο εν τω ομιλειν αυτους και συζητειν και αυτος ο ιησους εγγισας συνεπορευετο αυτοις 16οι δε οφθαλμοι αυτων εκρατουντο του μη επιγνωναι αυτον 17ειπεν δε προς αυτους τινες οι λογοι ουτοι ους αντιβαλλετε προς αλληλους περιπατουντες και εστε σκυθρωποι 18αποκριθεις δε ο εις ω ονομα κλεοπας ειπεν προς αυτον συ μονος παροικεις εν ιερουσαλημ και ουκ εγνως τα γενομενα εν αυτη εν ταις ημεραις ταυταις 19και ειπεν αυτοις ποια οι δε ειπον αυτω τα περι ιησου του ναζωραιου ος εγενετο ανηρ προφητης δυνατος εν εργω και λογω εναντιον του θεου και παντος του λαου 20οπως τε παρεδωκαν αυτον οι αρχιερεις και οι αρχοντες ημων εις κριμα θανατου και εσταυρωσαν αυτον 21ημεις δε ηλπιζομεν οτι αυτος εστιν ο μελλων λυτρουσθαι τον ισραηλ αλλα γε συν πασιν τουτοις τριτην ταυτην ημεραν αγει σημερον αφ ου ταυτα εγενετο 22αλλα και γυναικες τινες εξ ημων εξεστησαν ημας γενομεναι ορθριαι επι το μνημειον 23και μη ευρουσαι το σωμα αυτου ηλθον λεγουσαι και οπτασιαν αγγελων εωρακεναι οι λεγουσιν αυτον ζην 24και απηλθον τινες των συν ημιν επι το μνημειον και ευρον ουτως καθως και αι γυναικες ειπον αυτον δε ουκ ειδον 25και αυτος ειπεν προς αυτους ω ανοητοι και βραδεις τη καρδια του πιστευειν επι πασιν οις ελαλησαν οι προφηται 26ουχι ταυτα εδει παθειν τον χριστον και εισελθειν εις την δοξαν αυτου 27και αρξαμενος απο μωσεως και απο παντων των προφητων διηρμηνευεν αυτοις εν πασαις ταις γραφαις τα περι εαυτου 28και ηγγισαν εις την κωμην ου επορευοντο και αυτος προσεποιειτο πορρωτερω πορευεσθαι 29και παρεβιασαντο αυτον λεγοντες μεινον μεθ ημων οτι προς εσπεραν εστιν και κεκλικεν η ημερα και εισηλθεν του μειναι συν αυτοις 30και εγενετο εν τω κατακλιθηναι αυτον μετ αυτων λαβων τον αρτον ευλογησεν και κλασας επεδιδου αυτοις 31αυτων δε διηνοιχθησαν οι οφθαλμοι και επεγνωσαν αυτον και αυτος αφαντος εγενετο απ αυτων 32και ειπον προς αλληλους ουχι η καρδια ημων καιομενη ην εν ημιν ως ελαλει ημιν εν τη οδω και ως διηνοιγεν ημιν τας γραφας 33και ανασταντες αυτη τη ωρα υπεστρεψαν εις ιερουσαλημ και ευρον συνηθροισμενους τους ενδεκα και τους συν αυτοις 34λεγοντας οτι ηγερθη ο κυριος οντως και ωφθη σιμωνι 35και αυτοι εξηγουντο τα εν τη οδω και ως εγνωσθη αυτοις εν τη κλασει του αρτου 36ταυτα δε αυτων λαλουντων αυτος ο ιησους εστη εν μεσω αυτων και λεγει αυτοις ειρηνη υμιν 37πτοηθεντες δε και εμφοβοι γενομενοι εδοκουν πνευμα θεωρειν 38και ειπεν αυτοις τι τεταραγμενοι εστε και διατι διαλογισμοι αναβαινουσιν εν ταις καρδιαις υμων 39ιδετε τας χειρας μου και τους ποδας μου οτι αυτος εγω ειμι ψηλαφησατε με και ιδετε οτι πνευμα σαρκα και οστεα ουκ εχει καθως εμε θεωρειτε εχοντα 40και τουτο ειπων επεδειξεν αυτοις τας χειρας και τους ποδας 41ετι δε απιστουντων αυτων απο της χαρας και θαυμαζοντων ειπεν αυτοις εχετε τι βρωσιμον ενθαδε 42οι δε επεδωκαν αυτω ιχθυος οπτου μερος και απο μελισσιου κηριου 43και λαβων ενωπιον αυτων εφαγεν 44ειπεν δε αυτοις ουτοι οι λογοι ους ελαλησα προς υμας ετι ων συν υμιν οτι δει πληρωθηναι παντα τα γεγραμμενα εν τω νομω μωσεως και προφηταις και ψαλμοις περι εμου 45τοτε διηνοιξεν αυτων τον νουν του συνιεναι τας γραφας 46και ειπεν αυτοις οτι ουτως γεγραπται και ουτως εδει παθειν τον χριστον και αναστηναι εκ νεκρων τη τριτη ημερα 47και κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν και αφεσιν αμαρτιων εις παντα τα εθνη αρξαμενον απο ιερουσαλημ 48υμεις δε εστε μαρτυρες τουτων 49και ιδου εγω αποστελλω την επαγγελιαν του πατρος μου εφ υμας υμεις δε καθισατε εν τη πολει ιερουσαλημ εως ου ενδυσησθε δυναμιν εξ υψους 50εξηγαγεν δε αυτους εξω εως εις βηθανιαν και επαρας τας χειρας αυτου ευλογησεν αυτους 51και εγενετο εν τω ευλογειν αυτον αυτους διεστη απ αυτων και ανεφερετο εις τον ουρανον 52και αυτοι προσκυνησαντες αυτον υπεστρεψαν εις ιερουσαλημ μετα χαρας μεγαλης 53και ησαν διαπαντος εν τω ιερω αινουντες και ευλογουντες τον θεον αμην

« Prev Luke 24 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |