« Prev Luke 14 Next »

Chapter 14

1και εγενετο εν τω ελθειν αυτον εις οικον τινος των αρχοντων των φαρισαιων σαββατω φαγειν αρτον και αυτοι ησαν παρατηρουμενοι αυτον 2και ιδου ανθρωπος τις ην υδρωπικος εμπροσθεν αυτου 3και αποκριθεις ο ιησους ειπεν προς τους νομικους και φαρισαιους λεγων ει εξεστιν τω σαββατω θεραπευειν 4οι δε ησυχασαν και επιλαβομενος ιασατο αυτον και απελυσεν 5και αποκριθεις προς αυτους ειπεν τινος υμων ονος η βους εις φρεαρ εμπεσειται και ουκ ευθεως ανασπασει αυτον εν τη ημερα του σαββατου 6και ουκ ισχυσαν ανταποκριθηναι αυτω προς ταυτα 7ελεγεν δε προς τους κεκλημενους παραβολην επεχων πως τας πρωτοκλισιας εξελεγοντο λεγων προς αυτους 8οταν κληθης υπο τινος εις γαμους μη κατακλιθης εις την πρωτοκλισιαν μηποτε εντιμοτερος σου η κεκλημενος υπ αυτου 9και ελθων ο σε και αυτον καλεσας ερει σοι δος τουτω τοπον και τοτε αρξη μετ αισχυνης τον εσχατον τοπον κατεχειν 10αλλ οταν κληθης πορευθεις αναπεσον εις τον εσχατον τοπον ινα οταν ελθη ο κεκληκως σε ειπη σοι φιλε προσαναβηθι ανωτερον τοτε εσται σοι δοξα ενωπιον των συνανακειμενων σοι 11οτι πας ο υψων εαυτον ταπεινωθησεται και ο ταπεινων εαυτον υψωθησεται 12ελεγεν δε και τω κεκληκοτι αυτον οταν ποιης αριστον η δειπνον μη φωνει τους φιλους σου μηδε τους αδελφους σου μηδε τους συγγενεις σου μηδε γειτονας πλουσιους μηποτε και αυτοι σε αντικαλεσωσιν και γενηται σοι ανταποδομα 13αλλ οταν ποιης δοχην καλει πτωχους αναπηρους χωλους τυφλους 14και μακαριος εση οτι ουκ εχουσιν ανταποδουναι σοι ανταποδοθησεται γαρ σοι εν τη αναστασει των δικαιων 15ακουσας δε τις των συνανακειμενων ταυτα ειπεν αυτω μακαριος ος φαγεται αρτον εν τη βασιλεια του θεου 16ο δε ειπεν αυτω ανθρωπος τις εποιησεν δειπνον μεγα και εκαλεσεν πολλους 17και απεστειλεν τον δουλον αυτου τη ωρα του δειπνου ειπειν τοις κεκλημενοις ερχεσθε οτι ηδη ετοιμα εστιν παντα 18και ηρξαντο απο μιας παραιτεισθαι παντες ο πρωτος ειπεν αυτω αγρον ηγορασα και εχω αναγκην εξελθειν και ιδειν αυτον ερωτω σε εχε με παρητημενον 19και ετερος ειπεν ζευγη βοων ηγορασα πεντε και πορευομαι δοκιμασαι αυτα ερωτω σε εχε με παρητημενον 20και ετερος ειπεν γυναικα εγημα και δια τουτο ου δυναμαι ελθειν 21και παραγενομενος ο δουλος εκεινος απηγγειλεν τω κυριω αυτου ταυτα τοτε οργισθεις ο οικοδεσποτης ειπεν τω δουλω αυτου εξελθε ταχεως εις τας πλατειας και ρυμας της πολεως και τους πτωχους και αναπηρους και χωλους και τυφλους εισαγαγε ωδε 22και ειπεν ο δουλος κυριε γεγονεν ως επεταξας και ετι τοπος εστιν 23και ειπεν ο κυριος προς τον δουλον εξελθε εις τας οδους και φραγμους και αναγκασον εισελθειν ινα γεμισθη ο οικος μου 24λεγω γαρ υμιν οτι ουδεις των ανδρων εκεινων των κεκλημενων γευσεται μου του δειπνου 25συνεπορευοντο δε αυτω οχλοι πολλοι και στραφεις ειπεν προς αυτους 26ει τις ερχεται προς με και ου μισει τον πατερα εαυτου και την μητερα και την γυναικα και τα τεκνα και τους αδελφους και τας αδελφας ετι δε και την εαυτου ψυχην ου δυναται μου μαθητης ειναι 27και οστις ου βασταζει τον σταυρον αυτου και ερχεται οπισω μου ου δυναται μου ειναι μαθητης 28τις γαρ εξ υμων θελων πυργον οικοδομησαι ουχι πρωτον καθισας ψηφιζει την δαπανην ει εχει τα προς απαρτισμον 29ινα μηποτε θεντος αυτου θεμελιον και μη ισχυοντος εκτελεσαι παντες οι θεωρουντες αρξωνται εμπαιζειν αυτω 30λεγοντες οτι ουτος ο ανθρωπος ηρξατο οικοδομειν και ουκ ισχυσεν εκτελεσαι 31η τις βασιλευς πορευομενος συμβαλειν ετερω βασιλει εις πολεμον ουχι καθισας πρωτον βουλευεται ει δυνατος εστιν εν δεκα χιλιασιν απαντησαι τω μετα εικοσι χιλιαδων ερχομενω επ αυτον 32ει δε μηγε ετι αυτου πορρω οντος πρεσβειαν αποστειλας ερωτα τα προς ειρηνην 33ουτως ουν πας εξ υμων ος ουκ αποτασσεται πασιν τοις εαυτου υπαρχουσιν ου δυναται μου ειναι μαθητης 34καλον το αλας εαν δε το αλας μωρανθη εν τινι αρτυθησεται 35ουτε εις γην ουτε εις κοπριαν ευθετον εστιν εξω βαλλουσιν αυτο ο εχων ωτα ακουειν ακουετω

« Prev Luke 14 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |