« Prev Galatians 3 Next »

Chapter 3

1ω ανοητοι γαλαται τις υμας εβασκανεν τη αληθεια μη πειθεσθαι οις κατ οφθαλμους ιησους χριστος προεγραφη εν υμιν εσταυρωμενος 2τουτο μονον θελω μαθειν αφ υμων εξ εργων νομου το πνευμα ελαβετε η εξ ακοης πιστεως 3ουτως ανοητοι εστε εναρξαμενοι πνευματι νυν σαρκι επιτελεισθε 4τοσαυτα επαθετε εικη ειγε και εικη 5ο ουν επιχορηγων υμιν το πνευμα και ενεργων δυναμεις εν υμιν εξ εργων νομου η εξ ακοης πιστεως 6καθως αβρααμ επιστευσεν τω θεω και ελογισθη αυτω εις δικαιοσυνην 7γινωσκετε αρα οτι οι εκ πιστεως ουτοι εισιν υιοι αβρααμ 8προιδουσα δε η γραφη οτι εκ πιστεως δικαιοι τα εθνη ο θεος προευηγγελισατο τω αβρααμ οτι ευλογηθησονται εν σοι παντα τα εθνη 9ωστε οι εκ πιστεως ευλογουνται συν τω πιστω αβρααμ 10οσοι γαρ εξ εργων νομου εισιν υπο καταραν εισιν γεγραπται γαρ επικαταρατος πας ος ουκ εμμενει εν πασιν τοις γεγραμμενοις εν τω βιβλιω του νομου του ποιησαι αυτα 11οτι δε εν νομω ουδεις δικαιουται παρα τω θεω δηλον οτι ο δικαιος εκ πιστεως ζησεται 12ο δε νομος ουκ εστιν εκ πιστεως αλλ ο ποιησας αυτα ανθρωπος ζησεται εν αυτοις 13χριστος ημας εξηγορασεν εκ της καταρας του νομου γενομενος υπερ ημων καταρα γεγραπται γαρ επικαταρατος πας ο κρεμαμενος επι ξυλου 14ινα εις τα εθνη η ευλογια του αβρααμ γενηται εν χριστω ιησου ινα την επαγγελιαν του πνευματος λαβωμεν δια της πιστεως 15αδελφοι κατα ανθρωπον λεγω ομως ανθρωπου κεκυρωμενην διαθηκην ουδεις αθετει η επιδιατασσεται 16τω δε αβρααμ ερρηθησαν αι επαγγελιαι και τω σπερματι αυτου ου λεγει και τοις σπερμασιν ως επι πολλων αλλ ως εφ ενος και τω σπερματι σου ος εστιν χριστος 17τουτο δε λεγω διαθηκην προκεκυρωμενην υπο του θεου εις χριστον ο μετα ετη τετρακοσια και τριακοντα γεγονως νομος ουκ ακυροι εις το καταργησαι την επαγγελιαν 18ει γαρ εκ νομου η κληρονομια ουκετι εξ επαγγελιας τω δε αβρααμ δι επαγγελιας κεχαρισται ο θεος 19τι ουν ο νομος των παραβασεων χαριν προσετεθη αχρις ου ελθη το σπερμα ω επηγγελται διαταγεις δι αγγελων εν χειρι μεσιτου 20ο δε μεσιτης ενος ουκ εστιν ο δε θεος εις εστιν 21ο ουν νομος κατα των επαγγελιων του θεου μη γενοιτο ει γαρ εδοθη νομος ο δυναμενος ζωοποιησαι οντως αν εκ νομου ην η δικαιοσυνη 22αλλα συνεκλεισεν η γραφη τα παντα υπο αμαρτιαν ινα η επαγγελια εκ πιστεως ιησου χριστου δοθη τοις πιστευουσιν 23προ του δε ελθειν την πιστιν υπο νομον εφρουρουμεθα συγκεκλεισμενοι εις την μελλουσαν πιστιν αποκαλυφθηναι 24ωστε ο νομος παιδαγωγος ημων γεγονεν εις χριστον ινα εκ πιστεως δικαιωθωμεν 25ελθουσης δε της πιστεως ουκετι υπο παιδαγωγον εσμεν 26παντες γαρ υιοι θεου εστε δια της πιστεως εν χριστω ιησου 27οσοι γαρ εις χριστον εβαπτισθητε χριστον ενεδυσασθε 28ουκ ενι ιουδαιος ουδε ελλην ουκ ενι δουλος ουδε ελευθερος ουκ ενι αρσεν και θηλυ παντες γαρ υμεις εις εστε εν χριστω ιησου 29ει δε υμεις χριστου αρα του αβρααμ σπερμα εστε και κατ επαγγελιαν κληρονομοι

« Prev Galatians 3 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |