« Prev Acts 8 Next »

Chapter 8

1σαυλος δε ην συνευδοκων τη αναιρεσει αυτου εγενετο δε εν εκεινη τη ημερα διωγμος μεγας επι την εκκλησιαν την εν ιεροσολυμοις παντες τε διεσπαρησαν κατα τας χωρας της ιουδαιας και σαμαρειας πλην των αποστολων 2συνεκομισαν δε τον στεφανον ανδρες ευλαβεις και εποιησαντο κοπετον μεγαν επ αυτω 3σαυλος δε ελυμαινετο την εκκλησιαν κατα τους οικους εισπορευομενος συρων τε ανδρας και γυναικας παρεδιδου εις φυλακην 4οι μεν ουν διασπαρεντες διηλθον ευαγγελιζομενοι τον λογον 5φιλιππος δε κατελθων εις πολιν της σαμαρειας εκηρυσσεν αυτοις τον χριστον 6προσειχον τε οι οχλοι τοις λεγομενοις υπο του φιλιππου ομοθυμαδον εν τω ακουειν αυτους και βλεπειν τα σημεια α εποιει 7πολλων γαρ των εχοντων πνευματα ακαθαρτα βοωντα μεγαλη φωνη εξηρχετο πολλοι δε παραλελυμενοι και χωλοι εθεραπευθησαν 8και εγενετο χαρα μεγαλη εν τη πολει εκεινη 9ανηρ δε τις ονοματι σιμων προυπηρχεν εν τη πολει μαγευων και εξιστων το εθνος της σαμαρειας λεγων ειναι τινα εαυτον μεγαν 10ω προσειχον παντες απο μικρου εως μεγαλου λεγοντες ουτος εστιν η δυναμις του θεου η μεγαλη 11προσειχον δε αυτω δια το ικανω χρονω ταις μαγειαις εξεστακεναι αυτους 12οτε δε επιστευσαν τω φιλιππω ευαγγελιζομενω τα περι της βασιλειας του θεου και του ονοματος του ιησου χριστου εβαπτιζοντο ανδρες τε και γυναικες 13ο δε σιμων και αυτος επιστευσεν και βαπτισθεις ην προσκαρτερων τω φιλιππω θεωρων τε δυναμεις και σημεια γινομενα εξιστατο 14ακουσαντες δε οι εν ιεροσολυμοις αποστολοι οτι δεδεκται η σαμαρεια τον λογον του θεου απεστειλαν προς αυτους τον πετρον και ιωαννην 15οιτινες καταβαντες προσηυξαντο περι αυτων οπως λαβωσιν πνευμα αγιον 16ουπω γαρ ην επ ουδενι αυτων επιπεπτωκος μονον δε βεβαπτισμενοι υπηρχον εις το ονομα του κυριου ιησου 17τοτε επετιθουν τας χειρας επ αυτους και ελαμβανον πνευμα αγιον 18θεασαμενος δε ο σιμων οτι δια της επιθεσεως των χειρων των αποστολων διδοται το πνευμα το αγιον προσηνεγκεν αυτοις χρηματα 19λεγων δοτε καμοι την εξουσιαν ταυτην ινα ω εαν επιθω τας χειρας λαμβανη πνευμα αγιον 20πετρος δε ειπεν προς αυτον το αργυριον σου συν σοι ειη εις απωλειαν οτι την δωρεαν του θεου ενομισας δια χρηματων κτασθαι 21ουκ εστιν σοι μερις ουδε κληρος εν τω λογω τουτω η γαρ καρδια σου ουκ εστιν ευθεια ενωπιον του θεου 22μετανοησον ουν απο της κακιας σου ταυτης και δεηθητι του θεου ει αρα αφεθησεται σοι η επινοια της καρδιας σου 23εις γαρ χολην πικριας και συνδεσμον αδικιας ορω σε οντα 24αποκριθεις δε ο σιμων ειπεν δεηθητε υμεις υπερ εμου προς τον κυριον οπως μηδεν επελθη επ εμε ων ειρηκατε 25οι μεν ουν διαμαρτυραμενοι και λαλησαντες τον λογον του κυριου υπεστρεψαν εις ιερουσαλημ πολλας τε κωμας των σαμαρειτων ευηγγελισαντο 26αγγελος δε κυριου ελαλησεν προς φιλιππον λεγων αναστηθι και πορευου κατα μεσημβριαν επι την οδον την καταβαινουσαν απο ιερουσαλημ εις γαζαν αυτη εστιν ερημος 27και αναστας επορευθη και ιδου ανηρ αιθιοψ ευνουχος δυναστης κανδακης της βασιλισσης αιθιοπων ος ην επι πασης της γαζης αυτης ος εληλυθει προσκυνησων εις ιερουσαλημ 28ην τε υποστρεφων και καθημενος επι του αρματος αυτου ανεγινωσκεν τον προφητην ησαιαν 29ειπεν δε το πνευμα τω φιλιππω προσελθε και κολληθητι τω αρματι τουτω 30προσδραμων δε ο φιλιππος ηκουσεν αυτου αναγινωσκοντος τον προφητην ησαιαν και ειπεν αρα γε γινωσκεις α αναγινωσκεις 31ο δε ειπεν πως γαρ αν δυναιμην εαν μη τις οδηγηση με παρεκαλεσεν τε τον φιλιππον αναβαντα καθισαι συν αυτω 32η δε περιοχη της γραφης ην ανεγινωσκεν ην αυτη ως προβατον επι σφαγην ηχθη και ως αμνος εναντιον του κειροντος αυτον αφωνος ουτως ουκ ανοιγει το στομα αυτου 33εν τη ταπεινωσει αυτου η κρισις αυτου ηρθη την δε γενεαν αυτου τις διηγησεται οτι αιρεται απο της γης η ζωη αυτου 34αποκριθεις δε ο ευνουχος τω φιλιππω ειπεν δεομαι σου περι τινος ο προφητης λεγει τουτο περι εαυτου η περι ετερου τινος 35ανοιξας δε ο φιλιππος το στομα αυτου και αρξαμενος απο της γραφης ταυτης ευηγγελισατο αυτω τον ιησουν 36ως δε επορευοντο κατα την οδον ηλθον επι τι υδωρ και φησιν ο ευνουχος ιδου υδωρ τι κωλυει με βαπτισθηναι 37ειπεν δε ο φιλιππος ει πιστευεις εξ ολης της καρδιας εξεστιν αποκριθεις δε ειπεν πιστευω τον υιον του θεου ειναι τον ιησουν χριστον 38και εκελευσεν στηναι το αρμα και κατεβησαν αμφοτεροι εις το υδωρ ο τε φιλιππος και ο ευνουχος και εβαπτισεν αυτον 39οτε δε ανεβησαν εκ του υδατος πνευμα κυριου ηρπασεν τον φιλιππον και ουκ ειδεν αυτον ουκετι ο ευνουχος επορευετο γαρ την οδον αυτου χαιρων 40φιλιππος δε ευρεθη εις αζωτον και διερχομενος ευηγγελιζετο τας πολεις πασας εως του ελθειν αυτον εις καισαρειαν

« Prev Acts 8 Next »
Please login or register to save highlights and make annotations
Corrections disabled for this book
Proofing disabled for this book
Printer-friendly version





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |