« Prev Acts 4 Next »

Chapter 4

1λαλουντων δε αυτων προς τον λαον επεστησαν αυτοις οι ιερεις και ο στρατηγος του ιερου και οι σαδδουκαιοι 2διαπονουμενοι δια το διδασκειν αυτους τον λαον και καταγγελλειν εν τω ιησου την αναστασιν την εκ νεκρων 3και επεβαλον αυτοις τας χειρας και εθεντο εις τηρησιν εις την αυριον ην γαρ εσπερα ηδη 4πολλοι δε των ακουσαντων τον λογον επιστευσαν και εγενηθη ο αριθμος των ανδρων ωσει χιλιαδες πεντε 5εγενετο δε επι την αυριον συναχθηναι αυτων τους αρχοντας και πρεσβυτερους και γραμματεις εις ιερουσαλημ 6και ανναν τον αρχιερεα και καιαφαν και ιωαννην και αλεξανδρον και οσοι ησαν εκ γενους αρχιερατικου 7και στησαντες αυτους εν τω μεσω επυνθανοντο εν ποια δυναμει η εν ποιω ονοματι εποιησατε τουτο υμεις 8τοτε πετρος πλησθεις πνευματος αγιου ειπεν προς αυτους αρχοντες του λαου και πρεσβυτεροι του ισραηλ 9ει ημεις σημερον ανακρινομεθα επι ευεργεσια ανθρωπου ασθενους εν τινι ουτος σεσωσται 10γνωστον εστω πασιν υμιν και παντι τω λαω ισραηλ οτι εν τω ονοματι ιησου χριστου του ναζωραιου ον υμεις εσταυρωσατε ον ο θεος ηγειρεν εκ νεκρων εν τουτω ουτος παρεστηκεν ενωπιον υμων υγιης 11ουτος εστιν ο λιθος ο εξουθενηθεις υφ υμων των οικοδομουντων ο γενομενος εις κεφαλην γωνιας 12και ουκ εστιν εν αλλω ουδενι η σωτηρια ουτε γαρ ονομα εστιν ετερον υπο τον ουρανον το δεδομενον εν ανθρωποις εν ω δει σωθηναι ημας 13θεωρουντες δε την του πετρου παρρησιαν και ιωαννου και καταλαβομενοι οτι ανθρωποι αγραμματοι εισιν και ιδιωται εθαυμαζον επεγινωσκον τε αυτους οτι συν τω ιησου ησαν 14τον δε ανθρωπον βλεποντες συν αυτοις εστωτα τον τεθεραπευμενον ουδεν ειχον αντειπειν 15κελευσαντες δε αυτους εξω του συνεδριου απελθειν συνεβαλον προς αλληλους 16λεγοντες τι ποιησομεν τοις ανθρωποις τουτοις οτι μεν γαρ γνωστον σημειον γεγονεν δι αυτων πασιν τοις κατοικουσιν ιερουσαλημ φανερον και ου δυναμεθα αρνησασθαι 17αλλ ινα μη επι πλειον διανεμηθη εις τον λαον απειλη απειλησωμεθα αυτοις μηκετι λαλειν επι τω ονοματι τουτω μηδενι ανθρωπων 18και καλεσαντες αυτους παρηγγειλαν αυτοις το καθολου μη φθεγγεσθαι μηδε διδασκειν επι τω ονοματι του ιησου 19ο δε πετρος και ιωαννης αποκριθεντες προς αυτους ειπον ει δικαιον εστιν ενωπιον του θεου υμων ακουειν μαλλον η του θεου κρινατε 20ου δυναμεθα γαρ ημεις α ειδομεν και ηκουσαμεν μη λαλειν 21οι δε προσαπειλησαμενοι απελυσαν αυτους μηδεν ευρισκοντες το πως κολασωνται αυτους δια τον λαον οτι παντες εδοξαζον τον θεον επι τω γεγονοτι 22ετων γαρ ην πλειονων τεσσαρακοντα ο ανθρωπος εφ ον εγεγονει το σημειον τουτο της ιασεως 23απολυθεντες δε ηλθον προς τους ιδιους και απηγγειλαν οσα προς αυτους οι αρχιερεις και οι πρεσβυτεροι ειπον 24οι δε ακουσαντες ομοθυμαδον ηραν φωνην προς τον θεον και ειπον δεσποτα συ ο θεος ο ποιησας τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις 25ο δια στοματος δαβιδ του παιδος σου ειπων ινατι εφρυαξαν εθνη και λαοι εμελετησαν κενα 26παρεστησαν οι βασιλεις της γης και οι αρχοντες συνηχθησαν επι το αυτο κατα του κυριου και κατα του χριστου αυτου 27συνηχθησαν γαρ επ αληθειας επι τον αγιον παιδα σου ιησουν ον εχρισας ηρωδης τε και ποντιος πιλατος συν εθνεσιν και λαοις ισραηλ 28ποιησαι οσα η χειρ σου και η βουλη σου προωρισεν γενεσθαι 29και τα νυν κυριε επιδε επι τας απειλας αυτων και δος τοις δουλοις σου μετα παρρησιας πασης λαλειν τον λογον σου 30εν τω την χειρα σου εκτεινειν σε εις ιασιν και σημεια και τερατα γινεσθαι δια του ονοματος του αγιου παιδος σου ιησου 31και δεηθεντων αυτων εσαλευθη ο τοπος εν ω ησαν συνηγμενοι και επλησθησαν απαντες πνευματος αγιου και ελαλουν τον λογον του θεου μετα παρρησιας 32του δε πληθους των πιστευσαντων ην η καρδια και η ψυχη μια και ουδ εις τι των υπαρχοντων αυτω ελεγεν ιδιον ειναι αλλ ην αυτοις απαντα κοινα 33και μεγαλη δυναμει απεδιδουν το μαρτυριον οι αποστολοι της αναστασεως του κυριου ιησου χαρις τε μεγαλη ην επι παντας αυτους 34ουδε γαρ ενδεης τις υπηρχεν εν αυτοις οσοι γαρ κτητορες χωριων η οικιων υπηρχον πωλουντες εφερον τας τιμας των πιπρασκομενων 35και ετιθουν παρα τους ποδας των αποστολων διεδιδοτο δε εκαστω καθοτι αν τις χρειαν ειχεν 36ιωσης δε ο επικληθεις βαρναβας υπο των αποστολων ο εστιν μεθερμηνευομενον υιος παρακλησεως λευιτης κυπριος τω γενει 37υπαρχοντος αυτω αγρου πωλησας ηνεγκεν το χρημα και εθηκεν παρα τους ποδας των αποστολων

« Prev Acts 4 Next »





Advertisements



| Define | Popups: Login | Register | Prev Next | Help |